ΚοιμησιςTA EΓΚΩΜΙΑ ΕΙΣ ΤΗΝ ΚΟΙΜΗΣΙΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

 

ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.
Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸ ἐν σοί, παρθενομῆτορ, μυστήριον, τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς. 
Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.
Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ, ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας, ἀξιώσαι ἐφροσύνης ἀληθῶς.
Ἡ λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός, φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου, μὴ ἐλλείπης ἀγαθὴ τοὺς ἐπὶ γῆς.
Κλῖμαξ ἡ ἁγία, ἢν προεῖδε σαφῶς, Ἰακὼβ δι’ ἧς κατέβη ὁ Ὕψιστος, ἀνυψούται ἀπὸ γῆς πρὸς οὐρανόν.
Λόγος τοῦ Ὑψίστου, ὁ ἀρρήτως τεχθεὶς ὑπὸ σοῦ, Θεοκυήτωρ, μετέστησεν ἐκ τῆς γῆς πρὸς τὴν ἀθάνατον ζωήν.
Μαριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς, τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσσασα, τοὺς νεκροὺς ἐξαναστήσαντα φθοράς;
Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς, Ἰησοῦ τοῦ Θείου Λόγου γινώσκομεν, κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.
Ξένον τόκον εἶδον, ἀληθῶς οἱ πιστοί, καὶ τὸν νοῦν εἰς οὐρανὸν νῦν μετέθεσαν, ξενωθέντες τῆς ζωῆς τῆς κοσμικῆς.
Οὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη Ἁγνή, δεξαμένη τὸ σὸν σκῆνος τὸ ἄχραντον, ἡ ἁγία καὶ σεπτὴ Γεθσημανῆ.
Πύλη σωτηρίας, ἐγεννήθης ἡμῖν, ἀρχηγὸς τῆς νοητῆς ἀναπλάσεως, κὰν ὑπείκεις τῇ τῆς φύσεως φθορά.
Τάφος μὲν καλύπτει, τὸ σὸν σκῆνος , Ἁγνή, τὴν δὲ θείαν σου ψυχὴν χειριζόμενος, ὁ Υἱός σου ἀγκαλίζεται λαμπρῶς.
Ὕμνοις οὐρανίοις, ἐμελώδουν σεμνή, τὴν τριήμερον ταφήν σου οἱ ἄγγελοι, καὶ τὴν δόξαν ἐμεγάλυνον τὴν σήν.
Χώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ, χρηματίσασαν καὶ ἅγιον τέμενος, νῦν καλύπτει σὲ ἀγρὸς Γεθσημανῆς.
Ψάλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν, σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.
Ὢ θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν, ἡ πνοή μου τὸν δοτῆρα κυήσασα, ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.
Δόξα. Ἀνυμνοῦμεν λόγε, σὲ τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σοῦ Πνεύματι, καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.
Καὶ νῦν. Μακαρίζομέν σε, Θεοτόκε Ἁγνή, καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν, καὶ τὴν ὕψωσιν ἐκ γῆς, πρὸς οὐρανόν.
Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

 

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἄξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.
Βάτον ἐν Σινᾶ, ἀκατάφλεκτον εἶδε σε πάλαι, Μωυσῆς γαστρί σου τὸ θεῖον πῦρ, ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.
Γόνιμος ὡς γῆ, ἀεὶ δείκνυται Παρθενομῆτορ, πᾶσι τοῖς θερίζειν ἐθέλουσι, σωτηρίαν ἡ σεμνὴ Γεθσημανῆ. 
Ἔνθα οἱ χοροί, Ἀποστόλων τε καὶ τῶν Ἀγγέλων, ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι, παριστάμεθα Παρθένε καὶ ἡμεῖς.
Ζώωσον Ἁγνή, τοὺς εἰς σὲ πιστῶς καταφυγόντας, διὰ τῆς ὑπὲρ αὐτῶν μεσιτίας σου, πρὸς τὸν ἄναρχον Υἱὸν καὶ Παντουργόν.
Θαῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζει βρέφος, πῶς καὶ νεκροφόρος καθίστασαι, ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.
Ἴθυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη, τοὺς χειμαζομένους ἐν κλύδωνι, ψυχοφθόρων παραπτώσεων δεινῷ.
Κλῖμαξ πρὸς Θεόν, ὁ σὸς τάφος Παναγία, πέλει ἄγουσα τοὺς πίστει ὑμνούντας σε, καὶ τιμῶντας σου τὴν Κοίμησιν σεπτῶς.
Λόγος τοῦ Πατρός, ἐπεσκήνωσεν ἐν σοὶ Παρθένε, καὶ πρὸς οὐρανὸν σὺ μετήγαγες,τοὺς τὴν κύησιν δοξάζοντας τὴν σήν.
Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου, τῷ σῷ τόκῳ πάντες γεγόναμεν, δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.
Νόμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε, σφόδρα παραδόξως καινίζονται, ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.
Ξένον ἀληθῶς, τὸ μυστήριον τῆς σῆς κυοφορίας, Ἄχραντε ἀσπόρως γεννήσασα, καὶ θηλάσασα τὸν Κτίστην τοῦ παντός.
Πύλη νοητή, τῆς ἐν γῇ φανερωθείσης Κόρῃ, ἐκ τοῦ ὕψους θείας ἀνατολῆς, ἀνεδείχθης Θεονύμφευτε πιστοῖς. 
Ὕμνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα Κόρη, ἐπικήδεια σοι προσφέροντες, ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.
Χαῖρε Μαριάμ, δι’ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ, καὶ ἀρᾷ ἡ καθ’ ἡμῶν ἐξωστράκισται, τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς. 
Ὥσπερ οἱ νεκροὶ διὰ σοῦ ζωοποιούνται Κόρη, οὕτω καὶ ἡμᾶς ζωοποίησον, νεκρωθέντας πλημμελήμασι πολλοῖς.
Δόξα τῷ Πατρί, σὺν Υἱῷ τε καὶ τῷ Παναγίῳ Πνεύματι προσάγομεν εὐσεβῶς, τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ σεπτή.
Καὶ νῦν.  Ἄσμασι πιστοί, ὀρθοδόξοις τε καὶ εὐπροσδέκτοις, πάντες ἀνυμνήσωμεν σήμερον, τὴν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοδόχον, τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα, καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

 

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.
Βλέψας οὐρανόθεν, Θεὸς τῶν ὅλων Κτίστης, ἐν τῇ γάστρί σου ᾔκει.
Δυσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.
Ἐν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου. 
Ἡ γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης. 
Καὶ ὄντως, ὢ Παρθένε, αἱ γενεαὶ πᾶσαι, μακαρίζουσί σε.
Λύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.
Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.
Ὁ τάφος σου κηρύττει, Παρθένε τὴν ταφήν σου, καὶ τὴν μετάστασίν σου.
Πάντες οἱ λαοὶ σε, Δέσποιναν Παρθένε, καλοῦσι προσκυνοῦντες.
Ῥητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.
Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.
Ὕψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.
Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες. 
Ὢ Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.
Ἔρραναν τὸν τάφον, μύροις τὸ σὸν σκῆνος, κηδεύσαντες Παρθένε.
Ἔρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.
Ἔρραναν τὸν τάφον, μύροις Θεοτόκε, οἱ κηδεύσαντές σε.
Δόξα. Ὢ Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.
Καὶ νῦν. Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντες.
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

 

ΕΥΛΟΓΗΤΑΡΙΑ
 Εὐλογητή εἰ Δέσποινα, σκέπε, φρούρει τούς εἰς σέ ὑμνολογούντας
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθεῖσαν, τῆν Σωτῆρα τῶν βροτῶν, Μαριάμ τετοκυῖαν, τόν σύν ἑαυτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ’ Ἄδου πάντας ἐλευθερώσαντα.
Εὐλογητή Πάναγνε, τήρει πάντας ἡμᾶς ἀκατακρίτους. Τί θρηνεῖτε συμπαθῶς, ὠ γύναια, ἐπ’ ἐμοί θνήσκειν μελλούσῃ, ἡ Παρθένος τερπομένη ἔλεγε, πρός τάς γείτονας θρηνολογούσαις. παύσασθε ὑμεῖς τοῦ θρήνου καί ἤσθητε, καί θανοῦσα γάρ ὑμῶν οὐκ ἀφίσταμαι.
Εὐλογητή εἰ Ἄχραντε, σῶζε πάντας ἡμᾶς ἀναμαρτήτους.  Λίαν ταχύ, πρός σέ Κόρη ἔδραμον, οἱ Ἁπόστολοι θρηνολογοῦντες. μεταστῆναι πρός τά ἄνω μέλλουσαν καί είπον, θρήνου νῦν καιρός, τό πάθος πῶς οἴσομεν, ὀρφανίας τῆς σῆς, ὤ Παναμώμητε;
Εὐλογητή εἰ Πάνσεμνε, δίδου πᾶσιν ἡμῖν τήν σωτηρίαν. Μυροφόρων Παρθένε, τάξιν ἀναλαβόντες, πρός τό μνὴμα σου ὕμνους εξοδίους προσκομίζομεν, ἀνυμνοῦντες σε Κόρη, τήν μετά νεκρῶν λογισθεῖσαν ὡς ἄνθρωπον, ὡς Θεοῦ δέ μεταστᾶσαν γεννήτριαν.
Δόξα. Προσκυνοῦμεν Πατέρα καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα, τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.
Καί νῦν. Ζωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τόν Ἀδάμ ἐλυτρώσω, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες, ρεύσαντα ζωῆς ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεός καί ἄνθρωπος.  Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια Δόξα σοι ὁ Θεός. (τρίς) -


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ