Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν Πνεύματι Ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι' ὑμᾶς

Ἀπόδοση στη νεοελληνική:

Ὁ Παῦλος, ὁ Σιλουανὸς καὶ ὁ Τιμόθεος πρὸς τὴν ἐκκλησίαν τῶν Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις νὰ εἶναι σ’ ἐσᾶς καὶ εἰρήνη ἀπὸ τὸν Θεὸν τὸν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν.

Εὐχαριστοῦμε τὸν Θεὸν πάντοτε δι’ ὅλους σας, ὅταν σᾶς ἀναφέρωμεν εἰς τὰς προσευχάς μας, ἐνθυμούμενοι συνεχῶς ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατέρα μας ὅτι ἡ πίστις σας ἐκδηλώθηκε εἰς δρᾶσιν, ἡ ἀγάπη σας εἰς κόπους καὶ ἡ ἐλπίδα σας διὰ τὸν Κύριόν μας Ἰησοῦν Χριστὸν εἰς ὑπομονήν. Γνωρίζομεν, ἀδελφοί, ἀγαπημένοι ἀπὸ τὸν Θεόν, ὅτι ἔχετε ἐκλεγῆ, διότι τὸ εὐαγγέλιον τὸ ὁποῖον ἐκηρύξαμεν ἦλθε σ’ ἐσᾶς, ὄχι μόνον μὲ λόγια ἀλλὰ καὶ μὲ δύναμιν καὶ μὲ Ἅγιον Πνεῦμα καὶ μὲ πλήρη βεβαιότητα, γνωρίζετε δὲ πῶς ἐφερθήκαμε μεταξύ σας πρὸς χάριν σας.


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ