Ἀδελφοί, τοιαύτην ἕχοντες ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωυσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. Ἀλλ᾿ ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται, ἀλλ᾿ ἕως σήμερον, ἡνίκα ἀναγινώσκεται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· ἡνίκα δ᾿ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.
Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.

Απόδοσις στην νεοελληνική

Ἀδελφοί, τέτοιαν ἕχοντες ἐλπίδα, φερόμεθα μὲ πολλὴν παρησίαν· ὄχι ὅπως ὁ Μωϋσῆς, ὁ ὁποῖος ἔθετε κάλυμμα εἰς τὸ πρόσωπόν του, ὥστε οἱ Ἰσραηλῖται νὰ μὴ ἰδοῦν τὸ τέλος ἐκείνου ποὺ ἔμελλε νὰ παρέλθῃ. Ἀλλ’ αἱ διάνοιαί τους ἐπωρώθησαν. Διότι μέχρι σήμερον τὸ ἴδιο κάλυμμα μένει κατὰ τὴν ἀνάγνωσιν τῆς Παλαιᾶς Διαθήκης, καὶ δὲν ἀφαιρεῖται, διότι διὰ τοῦ Χριστοῦ καταργεῖται. Ἀλλ’ ἕως σήμερον, ὁσάκις διαβάζεται ὁ Μωϋσῆς, ὑπάρχει ἕνα κάλυμμα εἰς τὴν διάνοιάν τους· μόλις ὅμως ἐπιστρέψῃ κανεὶς πρὸς τὸν Κύριον, ἀφαιρεῖται τὸ κάλυμμα. «Κύριος» ἐδῶ σημαίνει τὸ Πνεῦμα καὶ ὅπου εἶναι τὸ Πνεῦμα τοῦ Κυρίου, ἐκεῖ ὑπάρχει ἐλευθερία.
Ὅλοι ἐμεῖς μὲ ἀκάλυπτο πρόσωπο, ἀντανακλῶντες τὴν λαμπρότητα τοῦ Κυρίου, μεταμορφωνόμεθα εἰς ὁμοιότητα μὲ αὐτὸν ἀπὸ λαμπρότητα σὲ λαμπρότητα· τοῦτο προέρχεται ἀπὸ τὸν Κύριον, τὸ Πνεῦμα.


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ