Ἀδελφοί, ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.
Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.

Ἀπόδοση στη νεοελληνική:

Ἀδελφοί, ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅλα ὑπέταξε κἀτω ἀπὸ τὰ πόδια του καὶ αὐτὸν ἔκανε Κεφαλὴν ὑπεράνω ὅλων εἰς τὴν ἐκκλησίαν, ἡ ὁποία εἶναι τὸ σῶμά του, τὸ συμπλήρωμα ἐκείνου ποὺ γεμίζει τὰ πάντα ἐν πᾶσι.
Καὶ ἐσᾶς ποὺ ἤσαστε νεκροὶ ἕνεκα τῶν παραπτωμάτων καὶ τῶν ἁμαρτιῶν, μέσα εἰς τὰς ὁποίας ἐζήσατε κάποτε σύμφωνα μὲ τὴν πορείαν τοῦ κόσμου τούτου, ἀκολουθοῦντες τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τὸ πνεῦμα ποὺ τώρα ἐνεργεῖ μεταξὺ τῶν ἀπειθῶν ἀνθρώπων, μεταξὺ τῶν ὁποίων καὶ ὅλοι ἐμεῖς κάποτε ἐζήσαμεν μέσα εἰς τὰς ἐπιθυμίας τῆς σαρκός μας, κάνοντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν μας καὶ ἤμαστε ἐκ φύσεως παιδιὰ ὀργῆς, ὅπως καὶ οἱ λοιποί.