Τῷ καιρῷ εκείνω, διδάσκοντος τοῦ Ἰησοῦ, εἶπεν τις αὐτῷ ἐκ τοῦ ὄχλου· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾿ ἐμοῦ. Ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾿ ὑμᾶς;

Εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.

Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε.

Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Κατανοήσατε τοὺς κόρακας,

 ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;

Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;

Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;

Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων· πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Ἀπόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, καθῶς ἐδίδασκε ὁ Ἰησοῦς, κάποιος ἀπὸ τὸ πλῆθος τοῦ εἶπε, «Διδάσκαλε, πὲς εἰς τὸν ἀδελφόν μου νὰ μοιρασθῇ μαζί μου τὴν κληρονομίαν». Αὐτὸς ἀπήντησε, «Ἄνθρωπε, ποιὸς μὲ διώρισε δικαστή σας ἢ μεριστή;»

Ὕστερα εἶπε εἰς τὸ πλῆθος, «Προσέχετε καὶ φυλαχθῆτε ἀπὸ κάθε εἶδος πλεονεξίας, διότι καὶ ἂν ἔχει κανεὶς ἀφθονίαν, τὰ πλούτη του δὲν τοῦ δίνουν ζωήν».

Εἶπε δὲ εἰς τοὺς μαθητάς του, «Διὰ τοῦτο σᾶς λέγω, μὴ μεριμνᾶτε διὰ τὴν ζωήν σας τί θὰ φᾶτε οὔτε διὰ τὸ σῶμα σας τί θὰ ἐνδυθῆτε. Ἡ ζωὴ ἀξίζει περισσότερον ἀπὸ τὴν τροφήν, καὶ τὸ σῶμα ἀπὸ τὸ ἔνδυμα.

Παρατηρῆστε τά πετεινά τοῦ ουρανοῦ· οὔτε σπείρουν οὔτε θερίζουν, δὲν ἔχουν οὔτε κελλάρι οὔτε ἀποθήκην, ὁ Θεὸς ὅμως τὰ τρέφει· πόσο μᾶλλον σεῖς διαφέρετε ἀπὸ τὰ πτηνά!

Ποιὸς ἀπὸ σᾶς, ὅσον καὶ ἂν φροντίσει, μπορεῖ νὰ προσθέσῃ εἰς τὸ ἀνάστημά του ἕνα πῆχυν; Ἐὰν λοιπὸν δὲν μπορῆτε νὰ κάνετε οὔτε τὸ ἐλάχιστον, γιατὶ μεριμνᾶτε διὰ τὰ λοιπά; Παρατηρῆστε τὰ κρίνα πῶς αὐξάνουν· δὲν κοπιάζουν οὔτε γνέθουν· καὶ ὅμως σᾶς λέγω, ὅτι οὔτε ὁ Σολομὼν μὲ ὅλην τὴν μεγαλοπρέπειάν του δὲν ἤτανε ντυμένος ὅπως ἕνα ἀπὸ αὐτά. Ἐὰν δὲ τὸ χορτάρι τοῦ ἀγροῦ ποὺ σήμερα ὑπάρχει καὶ αὔριον τὸ ρίχνουν εἰς τὸν φοῦρνον, ὁ Θεὸς τὸ ντύνει ἔτσι ὡραῖα, πόσον περισσότερον ἐσᾶς, ὀλιγόπιστοι;

Καὶ μὴ ζητᾶτε τί θὰ φᾶτε καὶ τί θὰ πιῆτε καὶ μὴ γίνεσθε ἀνήσυχοι· διότι ὅλα αὐτὰ τὰ ζητοῦν οἱ κοσμικοὶ ἄνθρωποι· ἐνῷ ἐσεῖς ἔχετε Πατέρα ποὺ γνωρίζει ὅτι ἔχετε ἀνάγκην ἀπ’ αὐτά, μόνον νὰ ζητᾶτε πρῶτα τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ὅλα αὐτὰ θὰ σᾶς προστεθοῦν.


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ