Τεύχος 108  21 Δεκεμβρίου 2012

Εάν επιθυμείτε να λαμβάνετε κάθε εβδομάδα την ΕΤΟΙΜΑΣΙΑ, είτε μόνον εσείς, είτε και κάποια δικά σας πρόσωπα, κάνετε Εγγραφή στο Newsletter μέσα απ’ το δικτυακό μας τόπο.

 

Κυριακή 23 Δεκεμβρίου 2012 – ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Ο Ἀπόστολος
Προς Εβραίους επιστολή Παύλου (ια΄ 9-10, 32-40)

     

Ἀδελφοί, πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι
.

   

Ἀπόδοση στη νεοελληνική:

  

Ἀδελφοί, μὲ τὴν πίστιν κατῴκησε εἰς τὴν γῆν τῆς ἐπαγγελίας σὰν ξένος σὲ μιὰ ξένη χώρα, ζῶν σὲ σκηνές, μαζὶ μὲ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, οἱ ὁποῖοι ἦσαν συγκληρονόμοι τῆς ἰδίας ὑποσχέσεως, διότι ἐπερίμενε τὴν πόλιν, ἡ ὁποία εἶχε στερεὰ θεμέλια καὶ τῆς ὁποίας ἀρχιτέκτων καὶ δημιουργὸς εἶναι ὁ Θεός.
Καὶ τί ἀκόμη νὰ πῶ; Δὲν μοῦ ἐπιτρέπει ὁ χρόνος νὰ σᾶς διηγηθῶ διὰ τὸν Γεδεών, τὸν Βαράκ, τὸν Σαμψών, τὸν Ἰεφθάε, τὸν Δαυΐδ καὶ Σαμουὴλ καὶ τοὺς προφήτας, οἱ ὁποῖοι μὲ τὴν πίστιν ἀνέτρεψαν βασίλεια, ἔκαναν ἔργα δικαιοσύνης, ἐπέτυχαν τὴν πραγματοποίησιν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων, ἔσβησαν τὴν δύναμιν φωτιᾶς, διέφυγαν τὴν σφαγήν, ἔγιναν ἀπὸ ἀδύνατοι δυνατοί, ἔγιναν ἰσχυροὶ σὲ καιρὸν πολέμου, ἔτρεψαν εἰς φυγὴν παρατάξεις τῶν ἐχθρῶν. Γυναῖκες ἔλαβαν τοὺς νεκρούς των δι’ ἀναστάσεως, ἄλλοι δὲ ἐβασανίσθησαν καὶ δὲν ἐδέχθησαν νὰ ἀφεθοῦν ἐλεύθεροι, διὰ νὰ ἐπιτύχουν μίαν ἄλλην καλυτέραν ἀνάστασιν. Ἄλλοι ἐδοκιμάσθησαν μὲ ἐμπαιγμοὺς καὶ μαστίγωσιν, ἀκόμη δὲ καὶ μὲ δεσμὰ καὶ φυλακήν. Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ὑπέστησαν πολλὰς δοκιμασίας, ἐθανατώθησαν μὲ μάχαιραν, περιπλανῶντο φοροῦντες δέρματα προβάτων καὶ δέρματα αἰγῶν, ἐστεροῦντο, ὑπέφεραν θλίψεις καὶ κακουχίας, (ἄνθρωποι διὰ τοὺς ὁποίους δὲν ἦτο ἄξιος ὁ κόσμος), ἐπλανῶντο σὲ ἐρήμους καὶ σὲ βουνὰ, σὲ σπήλαια καὶ σὲ τρύπες τῆς γῆς.
Ὅλοι αὐτοί, ἂν καὶ εἶχαν καλὴν μαρτυρίαν διὰ τὴν πίστιν τους, δὲν ἔλαβαν ὅ,τι εἶχε ὑποσχεθεῖ ὁ Θεός, διότι εἶχε ὁ Θεὸς προβλέψει κάτι καλύτερον ἀναφορικῶς μ’ ἐμᾶς διὰ νὰ μὴ φθάσουν ἐκεῖνοι εἰς τὴν τελειότητα χωρὶς ἐμᾶς.

    

Το Ευαγγέλιο
Κατά Ματθαίον (α΄ 1-25)

 

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.
Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός.
Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν
.
   

Απόδοση στη νεοελληνική:

  

Βιβλίο τῆς ἱστορίας τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ Δαυὶδ, τοῦ υἱοῦ τοῦ Ἀβραάμ.
Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ὁ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰούδα καὶ τοὺς ἀδεφλούς του, ὁ Ἰούδας ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἀπὸ τὴν Θαμάρ, ὁ Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ, ὁ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ, ὁ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ, ὁ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, ὁ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, ὁ Σαλμὼν ἐγέννησε τὸν Βοὸζ ἀπὸ τὴν Ραχάβ, ὁ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ ἀπὸ τὴν Ρούθ, ὁ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, ὁ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα.
Ὁ Δαυὶδ ὁ βασιλεύς ἐγέννησε τὸν Σολομῶντα ἀπὸ τὴν σύζυγον τοῦ Οὐρία, ὁ Σολομὼν ἐγέννησε τὸν Ροβοάμ, ὁ Ροβοὰμ ἐγέννησε τὸν Ἀβιά, ὁ Ἀβιὰ ἐγέννησε τὸν Ἀσά, ὁ Ἀσὰ ἐγέννησε τὸν Ἰωσαφάτ, ὁ Ἰωσαφὰτ ἐγέννησε τὸν Ἰωράμ, ὁ Ἰωρὰμ ἐγέννησε τὸν Ὀζιάν, ὁ Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ, ὁ Ἰωάθαμ ἐγέννησε τὸν Ἄχαζ, ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεκίαν, ὁ Ἐζεκίας ἐγέννησε τὸν Μανασσῆν, ὁ Μανασσῆς ἐγέννησε τὸν Ἀμών, ὁ Ἀμὼν ἐγέννησε τὸν Ἰωσίαν, ὁ Ἰωσίας ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφούς του κατὰ τὴν ἐποχὴν τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα.
Μετὰ δὲ τὴν αἰχμαλωσίαν εἰς τὴν Βαβυλῶνα ὁ Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, ὁ Σαλαθιὴλ ἐγέννησε τὸν Ζοροβάβελ, ὁ Ζοροβάβελ ἐγέννησε τὸν Ἀβιούδ, ὁ Ἀβιοὺδ ἐγέννησε τὸν Ἐλιακείμ, ὁ Ἐλιακεὶμ ἐγέννησε τὸν Ἀζώρ, ὁ Ἀζὼρ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ ἐγέννησε τὸν Ἀχείμ, ὁ Ἀχεὶμ ἐγέννησε τὸν Ἐλιούδ, ὁ Ἐλιοὺδ ἐγέννησε τὸν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ ἐγέννησε τὸν Ματθάν, ὁ Ματθὰν ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰωσήφ, τὸν ἄνδρα τῆς Μαρίας, ἀπὸ τὴν ὁποίαν ἐγεννήθη ὁ Ἰησοῦς, ὁ ὁποίος λέγεται Χριστός.
Ὅλαι λοιπὸν αἱ γενεαὶ ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Δαυΐδ εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τοῦ Δαυΐδ μέχρι τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα μέχρι τοῦ Χριστοῦ εἶναι γενεαὶ δεκατέσσερις. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἔγινε κατὰ τὸν ἑξῆς τρόπον. Ἀφοῦ ἡ μητέρα του Μαρία ἀρραβωνιάσθηκε μὲ τὸν Ἰωσήφ, ἔμεινε ἔγκυος ἐκ Πνεύματος Ἁγίου πρὶν νὰ συνευρεθοῦν. Ὁ ἄνδρας της, ὁ Ἰωσήφ, ἐπειδὴ ἦτο δίκαιος καὶ δὲν ἤθελε νὰ τὴν ἐκθέσῃ, ἐσκέφθηκε νὰ τὴν διώξῃ κρυφά. Καὶ ἐνῷ ἔτσι ἐσκέπτετο, ἄγγελος τοῦ Κυρίου τοῦ παρουσιάσθηκε εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπε, «Ἰωσήφ, υἱὲ τοῦ Δαυΐδ, μὴ φοβηθῇς νὰ πάρῃς μαζί σου τὴν Μαριάμ, τὴν γυναῖκα σου, διότι ἐκεῖνο ποὺ ἐγεννήθηκε μέσα της προέρχεται ἀπὸ Πνεῦμα Ἅγιον. Θὰ γεννήσῃ δὲ υἱὸν, τὸν ὁποῖον θὰ ὀνομάσῃς Ἰησοῦν, διότι αὐτὸς θὰ σώσῃ τὸν λαόν του ἀπὸ τὰς ἁμαρτίας του».
Ὅλα αὐτὰ ἔγιναν διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου, «Ἰδοὺ ἡ παρθένος θὰ συλλάβη καὶ θὰ γεννήσῃ υἱὸν καὶ θὰ τὸν ὀνομάσουν Ἐμμανουήλ», τὸ ὁποῖον μεταφραζόμενον σημαίνει, «Μαζί μας εἶναι ὁ Θεός».
Ὅταν ὁ Ἰωσὴφ ἐξύπνησε, ἔκανε ὅπως τὸν διέταξε ὁ ἄγγελος τοῦ Κυρίου, ἐπῆρε δηλαδὴ τὴν γυναῖκα του μαζί του· καὶ δὲν εἶχε καμίαν σχέσιν μαζί της μέχρις ὅτου ἐγέννησε τὸν υἱόν της τὸν πρωτότοκον καὶ τὸν ὠνόμασεν Ἰησοῦ.
    

       


    

Τρίτη 25 Δεκεμβρίου 2012 – Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΙΗΣΟΥ
Ο Ἀπόστολος
Προς Γαλάτας επιστολή Παύλου (δ΄ 4-7)

          

Αδελφοί, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.

   

Ἀπόδοση στη νεοελληνική:

    

Αδελφοί, όταν συμπληρώθηκε ὁ χρόνος, τότε ἔστειλε ὁ Θεὸς τὸν Υἱόν του, ὁ ὁποῖος ἐγεννήθηκε ἀπὸ γυναῖκα καὶ διετέλεσε ὑπὸ τὸν νόμον, διὰ νὰ ἐξαγοράσῃ ἐκείνους, οἱ ὁποῖοι ἦσαν δοῦλοι κάτω ἀπὸ τὸν νόμον, διὰ νὰ πάρωμεν τὴν υἱοθεσίαν.
Καὶ ἐπειδὴ εἶσθε υἱοί, ὁ Θεὸς ἔστειλε στὶς καρδιές σας τὸ Πνεῦμα τοῦ Υἱοῦ του, τὸ ὁποῖον κράζει Ἀββᾶ, Πατέρα. Ὥστε δὲν εἶσαι πλέον δοῦλος, ἀλλὰ υἱός, ἐὰν δὲ εἶσαι υἱός, εἶσαι τότε καὶ κληρονόμος τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ.

  

Το Ευαγγέλιο
Κατά Ματθαίον (β΄ 1-12)

 

Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ.
Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
  

Απόδοση στη νεοελληνική:

  

Ὅταν ὁ Ἰησοῦς ἐγεννήθηκε εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας κατὰ τὰς ἡμέρας τοῦ Ἡρώδη τοῦ βασιλέως, ἔφθασαν μάγοι ἀπὸ τὴν Ἀνατολὴν εἰς τὰ Ἱεροσόλυμα καὶ ἐρωτοῦσαν, «Ποῦ εἶναι ἐκεῖνος ποὺ ἐγεννήθηκε, ὁ βασιλεὺς τῶν Ἰουδαίων; Διότι εἴδαμε τὸ ἄστρον του νὰ ἀνατέλλῃ καὶ ἤλθαμε νὰ τὸν προσκυνήσωμεν».
Ὅταν ἄκουσε αὐτὰ ὁ βασιλεὺς Ἡρώδης, ἐταράχθηκε καὶ μαζί του ὅλη ἡ πόλις τῶν Ἱεροσολύμων καὶ, ἀφοῦ συγκέντρωσε ὅλους τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ἐζητοῦσε νὰ πληροφορηθῇ ἀπὸ αὐτοὺς ποῦ θὰ γεννηθῇ ὁ Χριστὸς. Ἐκεῖνοι δὲ τοῦ εἶπαν, «Εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας, διότι εἶναι γραμμένον διὰ τοῦ προφήτου, «Και σὺ, Βηθλεέμ, γῆ τοῦ Ἰούδα, δὲν εἶσαι μὲ κανένα τρόπον ἡ μικρότερη μεταξὺ τῶν ἡγεμόνων τοῦ Ἰούδα, διότι ἀπὸ σὲ θὰ προέλθῃ ἕνας ἀρχηγός, ὁ ὁποῖος θὰ κυβερνήσῃ τὸν λαόν μου, τὸν Ἰσραήλ».
Τότε ὁ Ἡρώδης ἐκάλεσε κρυφὰ τοὺς μάγους καὶ ἐξακρίβωσε ἀπὸ αὐτοὺς τὸν χρόνον ποὺ ἐφάνηκε τὸ ἄστρον. Κατόπιν τοὺς ἔστειλε εἰς τὴν Βηθλεὲμ καὶ τοὺς εἶπε, «Πηγαίνετε καὶ ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδιοῦ. Καὶ ὅταν τὸ βρῆτε, εἰδοποιήσατέ με, διὰ νὰ ἔλθω καὶ ἐγὼ νὰ τὸ προσκυνήσω».
Αὐτοὶ, ἀφοῦ ἄκουσαν τὸν βασιλέα, ἔφυγαν. Καὶ νὰ, τὸ ἄστρον, τὸ ὁποῖον εἶχαν ἰδῆ νὰ ἀνατέλλῃ, προηγεῖτο, ἕως ὅτου ἦλθε καὶ ἐστάθηκε ἐπάνω εὶς τὸ μέρος, ὅπου εὑρίσκετο τὸ παιδί. Μόλις εἶδαν τὸ ἄστρον, αἰσθάνθηκαν μεγάλην χαράν. Καὶ ὅταν ἐμπῆκαν εἰς τὸ σπίτι, εἶδαν τὸ παιδὶ μαζὶ μὲ τὴν Μαρίαν, τὴν μητέρα του, καὶ ἔπεσαν εἰς τὴν γῆν καὶ τὸ προσκύνησαν· κατόπιν ἄνοιξαν τοὺς θησαυρούς τως καὶ τοῦ προσέφεραν γιὰ δῶρα χρυσὸν καὶ λιβάνι καὶ σμύρναν. Καὶ ἐπειδὴ καθωδηγήθησαν μὲ ὄνειρον ὑπὸ τοῦ Θεοῦ νὰ μὴ ἐπιστρέψουν στὸν Ἡρώδην, ἀνεχώρησαν εἰς τὴν πατρίδα τους ἀπὸ ἄλλον δρόμον.
   

 


    

Τετάρτη 26 Δεκεμβρίου 2012 – ΣΥΝΑΞΙΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Ο Ἀπόστολος
Προς Τιμόθεον Α΄ επιστολή Παύλου (στ΄ 11-16)

          

Τέκνον Τιμόθεε, δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

   

Ἀπόδοση στη νεοελληνική:

    

Τέκνον Τιμόθεε, ἐπιδίωκε τὴν δικαιοσύνην, τὴν εὐσέβειαν, τὴν πίστιν, τὴν ἀγάπην, τὴν ὑπομονήν, τὴν πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, κράτησε τὴν αἰώνιον ζωήν, εἰς τὴν ὁποίαν ἔχεις καλεσθῆ καὶ ἔδωκες τὴν λαμπρὰν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Σοῦ παραγγέλω ἐνώπιον τοῦ Θεοῦ, ὁ ὁποῖος ζωοποιεῖ τὰ πάντα, καὶ τοῦ Χριστοῦ Ἰησοῦ, ὁ ὁποῖος ἐπὶ Ποντίου Πιλάτου ἔδωκε τὴν λαμπρὰν ὁμολογίαν, νὰ τηρήσῃς τὴν ἐντολὴν ἀκηλίδωτη, ἀδιάβλητη μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, τὴν ὁποίαν θὰ δείξῃ κατὰ τοὺς ὡρισμένους χρόνους, ὁ μακάριος καὶ μόνος Δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ ὁ Κύριος τῶν κυριευόντων, ὁ μόνος ποὺ ἔχει ἀθανασίαν, ποὺ κατοικεῖ φῶς ἀπρόσιτον, τὸν ὁποῖον κανεὶς ἀπὸ τοὺς ἀνθρώπους δὲν εἶδε, οὔτε μπορεῖ νὰ τὸν ἰδῇ, εἰς τὸν ὁποῖον ἀνήκει ἡ τιμὴ καὶ ἡ αἰώνια δύναμις. Ἀμήν.

  

Το Ευαγγέλιο
Κατά Ματθαίον (ιβ΄ 15-21)

 

Ἀναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ρηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται
.
  

Απόδοση στη νεοελληνική:

  

Ὅταν ἀνεχώρησαν οι μάγοι, ὁ ἄγγελος τοῦ Κυρίου ἐμφανίζεται εἰς τὸν Ἰωσὴφ σὲ ὄνειρον καὶ τοῦ λέγει, «Σήκω, πάρε τὸ παιδί καὶ τὴν μητέρα του καὶ φύγε εἰς τὴν Αἴγυπτον καὶ μεῖνε ἐκεῖ, ἕως ὅτου σοῦ πῶ, διότι ὁ Ἡρώδης σκοπεύει νὰ ἀναζητήσῃ τὸ παιδὶ διὰ νὰ τὸ σκοτώσῃ». Ὅταν ὁ Ἰωσὴφ ἐξύπνησε, ἐπῆρε νύχτα τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ ἀνεχώρησεν εἰς τὴν Αἴγυπτον καὶ ἔμεινεν ἐκεῖ μέχρι τοῦ θανάτου τοῦ Ἡρώδη, διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο ποὺ ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου, «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου».
Τότε ὁ Ἡρώδης, ἐπειδὴ εἶδε ὅτι ἐξαπατήθηκε ἀπὸ τοὺς μάγους, ἐθύμωσε πάρα πολὺ καὶ ἔστειλε καὶ ἐσκότωσε ὅλα τὰ παιδιὰ εἰς τὴν Βηθλεὲμ καὶ εἰς ὅλα τὰ περίχωρά της ἀπὸ δύο ἐτῶν καὶ κάτω, σύμφωνα πρὸς τὸν χρόνον, τὸν ὁποῖον ἐξακρίβωσε ἀπὸ τοὺς μάγους. Τότε ἐκπληρώθηκε ἐκεῖνο ποὺ ἐλέχθη διὰ τοῦ Ἱερεμία τοῦ προφήτου, «Φωνὴ ἀκούσθηκε εἰς τὴν Ραμά, θρῆνος, κλάμα καὶ μεγάλος ὀδυρμός. Ἦτο ἡ Ραχὴλ ποὺ ἔκλαιε τὰ παιδιά της καὶ δὲν ἤθελε νὰ παρηγορηθῇ, διότι δὲν ὑπάρχουν πλέον.
Μετὰ τὸν θάνατον τοῦ Ἡρώδη, ἄγγελος τοῦ Κυρίου ἐμφανίζεται, εἰς ὄνειρο, εἰς τὸν Ίωσήφ, ὅταν ἦτο εἰς τὴν Αἴγυπτον, καὶ τοῦ λέγει, «Σήκω, πάρε τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ πήγαινε εἰς τὴν γῆν τοῦ Ἰσραήλ, διότι ἔχουν πεθάνει ἐκείνοι, ποὺ ἐζητοῦσαν τὴν ζωὴν τοῦ παιδιοῦ». Αὐτὸς δὲ ὅταν ἐξύπνησε, ἐπῆρε τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ ἦλθεν εἰς τὴν γῆν τοῦ Ἰσραήλ. Ἐπειδὴ ὅμως ἄκουσε ὅτι ὁ Ἀρχέλαος εἶναι βασιλεὺς τῆς Ἰουδαίας ἀντὶ τοῦ πατέρα του Ἡρώδη, φοβήθηκε νὰ μεταβῇ ἐκεῖ. Εἰς ὄνειρον καθωδηγήθηκε ἀπὸ τὸν Θεὸν καὶ ἔφυγε εἰς τὰ μέρη τῆς Γαλιλαίας. Καὶ ὅταν ἔφθασε, ἔμεινε εἰς πόλιν, ποὺ ὠνομάζετο Ναζαρέτ, διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη ἀπὸ τοὺς προφῆτας, ὅτι δηλαδὴ θὰ ὀνομασθῇ Ναζωραῖος.
    

   


    

Πέμπτη 27 Δεκεμβρίου 2012 – ΣΤΕΦΑΝΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ
Ο Ἀπόστολος
Πράξεις Αποστόλων (στ΄8–ζ΄5, 47–60)

          

Στέφανος, πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ρήματα βλάσφημα εἰς Μωυσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ρήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς.
Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.
Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ
.

   

Ἀπόδοση στη νεοελληνική:

    

Ὁ Στέφανος, γεμᾶτος πίστιν καὶ δύναμιν, ἔκανε τέρατα καὶ θαύματα μεγάλα μεταξὺ τοῦ λαοῦ. Μερικοὶ ἀπὸ τὴν συναγωγήν, ποὺ ἐλέγετο τῶν Λιβερτίνων καὶ τῶν Κυρηναίων καὶ τῶν Ἀλεξανδρέων καὶ ἀπὸ τοὺς καταγομένους ἀπὸ τὴν Κιλικίαν καὶ Ἀσίαν, ἐσηκώθηκαν καὶ συζητοῦσαν μὲ τὸν Στέφανον, ἀλλὰ δὲν μποροῦσαν νὰ ἀντισταθοῦν εἰς τὴν σοφίαν καὶ εἰς τὸ Πνεῦμα μὲ τὸ ὁποῖον ἐμιλοῦσε.
Τότε ἔβαλαν κρυφὰ ἀνθρώπους νὰ ποῦν, «Τὸν ἀκούσαμε νὰ λέγῃ λόγια βλάσφημα κατὰ τοῦ Μωϋσέως καὶ κατὰ τοῦ Θεοῦ». Καὶ ξεσήκωσαν τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, ὥρμησαν ἐπάνω του καὶ τὸν ἅρπαξαν βιαίως καὶ τὸν ἔφεραν εἰς τὸ συνέδριον. Παρουσίασαν καὶ ψευδομάρτυρας, οἱ ὁποῖοι ἔλεγαν, «Ὁ ἄνθρωπος αὐτὸς δὲν παύει νὰ λέγῃ λόγια βλάσφημα κατὰ τοῦ ἁγίου αὐτοῦ τόπου καὶ κατὰ τοῦ νόμου. Διότι τὸν ἔχομεν ἀκούσει νὰ λέγῃ ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος θὰ καταστρέψῃ τὸν τόπον αὐτὸν καὶ θὰ ἀλλάξῃ τὰ ἔθιμα ποὺ μᾶς παρέδωκε ὁ Μωϋσῆς».
Καὶ ὅλοι ποὺ ἐκάθοντο εἰς τὸ συνέδριον προσήλωσαν εἰς αὐτὸν τὰ βλέμματα καὶ εἶδαν τὸ πρόσωπόν του νὰ εἶναι σὰν πρόσωπο ἀγγέλου.
Εἶπε τότε ὁ ἀρχιερεύς, «Ἔτσι ἔχουν τὰ πράγματα;».
Ὁ Στέφανος εἶπε, «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ ἔνδοξος Θεὸς ἐφανερώθηκε εἰς τὸν πατέρα μας Ἀβραάμ, ὅταν ἦτο εἰς τὴν Μεσοποταμίαν πρὶς κατοικήσῃ εἰς τὴν Χαρράν, καὶ τοῦ εἶπε, Φύγε ἀπὸ τῆν χώραν σου καὶ ἀπὸ τοὺς συγγενεῖς σου καὶ ἔλα εἰς τῆν χώραν ποὺ θὰ σοῦ δείξω. Τότε ἔφυγε ἀπὸ τὴν χώραν τῶν Χαλδαίων καὶ κατῴκησε εἰς τὴν Χαρράν. Ἀπὸ ἐκεῖ μετὰ τὸν θάνατον τοῦ πατέρα του, ὁ Θεὸς τὸν ἔφερε νὰ κατοικήσῃ εἰς τὴν χώραν αὐτήν, εἰς τὴν ὁποίαν σεῖς τώρα κατοικεῖτε. Δὲν τοῦ ἔδωκε ὅμως κληρονομίαν εἰς αὐτὴν οὔτε ἕνα βῆμα, ἀλλὰ ὑποσχέθηκε νὰ τὴν δώσῃ ὡς ἰδιοκτησίαν εἰς αὐτὸν καὶ τοὺς ἀπογόνους του ὕστερα ἀπὸ αὐτόν, ἂν καὶ δὲν εἶχε παιδί.
Ἀλλ’ ὁ Σολομὼν ἦτο ἐκεῖνος ποὺ τοῦ οἰκοδόμησε οἶκον. Ὁ Ὕψιστος ὅμως δὲν κατοικεῖ εἰς χειροποιήτους ναούς, καθὼς ὁ προφήτης λέγει: Ὁ οὐρανὸς εἶναι ὁ θρόνος μου, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδιών μου. Τί εἴδους οἶκον θὰ μοῦ οἰκοδομήσετε, λέγει ὁ Κύριος, ἢ ποιός εἶναι ὁ τόπος τῆς ἀναπαύσεώς μου; Τὸ χέρι μου δὲν τὰ ἐδημιούργησε ὅλα αὐτά; Σκληροτράχηλοι, μὲ ἀπερίτμητη καρδιὰ καὶ αὐτιά, σεῖς πάντοτε
ἀντιτίθεστε πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ὅπως οἱ πρόγονοί σας ἔτσι καὶ σεῖς.
Ποιόν ἀπὸ τοὺς προφήτας δὲν κατεδίωξαν οἱ πρόγονοί σας; Ἐσκότωσαν ἐκείνους ποὺ ἐπροφήτευσαν τὸν ἐρχομὸν τοῦ Δικαίου, καὶ τώρα ἐγίνατε σεῖς προδόται του καὶ φονηάδες του·σεῖς ποὺ ἐπήρατε τὸν νόμον εἰς ἐντολάς, ποὺ ἐδόθησαν δι’ ἀγγέλων, καὶ ὅμως δὲν τὸ ἐφυλάξατε.
Ἐνῷ ἄκουαν αὐτά, ὠργίσθησαν καὶ ἔτριζαν τὰ δόντια τους ἐναντίον του. Ἀλλ’ ὁ Στέφανος γεμᾶτος Πνεῦμα Ἅγιον προσήλωσε τὸ βλέμμα του εἰς τὸν οὐρανὸν καὶ εἶδε τὴν δόξαν τοῦ Θεοῦ καὶ τὸν Ἰησοῦν νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ, καὶ εἶπε, «Βλέπω τοὺς οὐρανοὺς ἀνοικτοὺς καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ».
Αὐτοὶ ἐφώναξαν μὲ δυνατὴν φωνήν, ἐβούλωσαν τὰ αὐτιά τους καὶ ὥρμησαν ὅλοι μαζὶ ἐπάνω του, καὶ ἀφοῦ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν πόλιν, τὸν ἐλιθοβολοῦσαν. Οἱ μάρτυρες ἔβαζαν τὰ ἐνδύματά τους κοντὰ στὰ πόδια κάποιου νέου, ποὺ ὠνομάζετο Σαῦλος καὶ λιθοβολοῦσαν τὸν Στέφανον, ὁ ὁποῖος ἐπεκαλεῖτο καὶ ἔλεγε, «Κύριε Ἰησοῦ, δέξου τὸ πνεῦμα μου». Ἀφοῦ δὲ ἐγονάτισε ἐφώναξε μὲ φωνὴν δυνατήν, «Κύριε, μὴ λογαριάσῃς εἰς αὐτοὺς τὴν ἁμαρτίαν αὐτήν». Καὶ λέγοντας αυτό εξέπνευσε.
Ὁ δὲ Σαῦλος παρευρίσκετο επιθυμώντας ομοίως τη θανάτωσή του.

  

Το Ευαγγέλιο
Κατά Ματθαίον (κα΄ 33-42)

 

Είπεν ο Κύριος, άλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν.
Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
Λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

  

Απόδοση στη νεοελληνική:

  

Είπεν ο Κύριος, άλλην παραβολὴν ἀκοῦστε: Ὑπῆρχε κάποτε ἕνας οἰκοδεσπότης, ὁ ὁποῖος ἐφύτεψε ἕνα ἀμπέλι, ἔβαλε γύρω του ἕνα φράχτη, ἔσκαψε εἰς αὐτὸ ἕνα πατητῆρι καὶ ἔκτισε ἕνα πύργο. Ὕστερα τὸ ἐνοίκιασε εἰς γεωργοὺς καὶ ἔφυγε εἰς ξένην χώραν.
Ὅταν δὲ ἐπλησίασε ὁ καιρὸς τῶν καρπῶν, ἔστειλε τοὺς δούλους του πρὸς τοὺς γεωργοὺς διὰ νὰ πάρουν τοὺς καρπούς του. Ἀλλὰ οἱ γεωργοί, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, ἕναν ἔδειραν, ἄλλον ἐσκότωσαν, ἄλλον ἐλιθοβόλησαν.
Πάλιν ἔστειλε ἄλλους δούλους περισσότερους ἀπὸ τοὺς πρώτους καὶ ἔκαναν εἰς αὐτοὺς τὰ ἴδια.
Τελευταῖον ἔστειλε πρὸς αὐτοὺς τὸν υἱό του καὶ εἶπε, «Θὰ ἐντραποῦν τὸν υἱόν μου».
Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱὸν, εἶπαν ἀναμεταξύ τους, «Αὐτὸς εἶναι ὁ κληρονόμος. Ἐμπρὸς ἂς τὸν σκοτώσωμεν καὶ ἂς πάρωμεν τὴν κληρονομίαν του», καὶ ἀφοῦ τὸν συνέλαβαν, τὸν ὡδήγησαν ἔξω ἀπὸ τὸ ἀμπέλι καὶ τὸν ἐσκότωσαν».
Ὅταν λοιπὸν ἔλθῃ ὁ ἰδιοκτήτης τοῦ ἀμπελιοῦ, τὶ θὰ κάνῃ στοὺς γεωργοὺς ἐκείνους;».
Λέγουν εἰς αὐτόν, «Θὰ τοὺς ἐξολοθρεύσῃ μὲ τὸν χειρότερον τρόπον καὶ τὸ ἀμπέλι θὰ τὸ παραδώσῃ εἰς ἄλλους γεωργούς, οἱ ὁποίοι θὰ τοῦ παραδώσουν τοὺς καρποὺς εἰς τὸν καιρόν τους».
Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Ποτὲ δὲν ἐδιαβάσατε εἰς τὰς γραφὰς, ὅτι, «Ὁ λίθος ποὺ ἀπέρριψαν οἱ οἰκοδόμοι, ἔγινε ἀκρογωνιαῖος λίθος· ἀπὸ τὸν Κύριον ἔγινε αὐτό, καὶ φαίνεται θαυμαστὸν εἰς τὰ μάτια μας;»
 

       

            

 Προεόρτια των Χριστουγέννων
Απόσπασμα από το βιβλίο: «ΛΟΓΙΚΗ ΛΑΤΡΕΙΑ»

του καθηγητού (+) Ι. Μ. ΦΟΥΝΤΟΥΛΗ 
       

Σε λίγες ημέρες θα εορτάσωμε τη μεγάλη εορτή του χριστιανικού κόσμου, την εορτή των Χριστουγέννων. Το γεγονός της γεννήσεως του Κυρίου θα ξαναφέρει η Εκκλησία μπροστά στα μάτια της ψυχής μας και θα μας καλέσει να προσκυνήσωμε μαζί με τους ποιμένες και με τους μάγους τον γεννηθέντα βασιλέα και να υμνολογήσωμε μαζί με τις στρατιές των ουρανίων αγγέλων την ενανθρώπησι του Θεού της ειρήνης και της αγάπης. Το «Δόξα εν υψίστοις Θεώ και επί γής ειρήνη, εν ανθρώποις ευδοκία», ο αγγελικός ύμνος της γεννήσεως (Λουκ. 2,3), θα αντηχήσει και πάλι στους ναούς μας. Στο νεογέννητο βρέφος της Βηθλεέμ θα δούμε τον τεχθέντα Σωτήρα μας, τον ενανθρωπήσαντα Θεό. Σ᾿ αυτό το βρέφος θα αντικρύσωμε την «λύτρωσιν» που «απέστειλεν ο Κύριος τω λαώ αυτού» (Ψαλμ. 110, 9), γιατί μέσα στο βρεφικό του σώμα δεν κρύβεται μόνον ο Θεός, αλλά και το πλήρωμα της σωτηρίας μας, η ανακαίνιση και η θέωση της φθαρτής μας φύσεως, η καινή κτίση· ο άνθρωπος που γίνεται Θεός, αυτό το μυστήριο της σωτηρίας και της λυτρώσεως όλων ημών.
Ακριβώς δε λόγῳ της θεολογικής της αυτής σπουδαιότητος η εορτή των Χριστουγέννων αποτελεί μαζί με την εορτή του Πάσχα τους δύο μεγάλους πόλους γύρω από τους οποίους στρέφεται το λειτουργικό έτος. Το Πάσχα είναι η κορωνίδα των κινητών και τα Χριστούγεννα των ακινήτων εορτών. Ειδικά δε η εορτή των Χριστουγέννων είναι η «μητρόπολις» των εορτών κατά τον Άγιο Ιωάννη τον Χρυσόστομο (Εις τον μακάριον Φιλογόνιον, 3), γιατί το γεγονός που εορτάζομε κατ᾿ αυτή είναι η προϋπόθεση όλων των άλλων σταθμών της σωτηρίας μας. Αν δεν εγεννάτο ο Χριστός ούτε θα εβαπτίζετο, ούτε θα εδίδασκε και θα εθαυματούργει, ούτε θα έπασχε και θα ανίστατο. Ήδη με τη γέννησι του Χριστού η σωτηρία του γένους μας έχει δυνάμει συντελεσθεί. Η θεία και η ανθρωπίνη φύση έχουν ενωθή εν Χριστώ. Ο Θεός και άνθρωπος Ιησούς Χριστός αποτελεί την ζώσαν εικόνα και την εγγύηση της μελλοντικής εν Χριστώ ανακεφαλαιώσεως των πάντων
.   

     

Δείτε το πλήρες κείμενο εδώ...

     


 

   

 


Κυριακή 23 Δεκεμβρίου

(Κατάλυσις οίνου & ελαίου)

ΑΝΑΓΝΩΣΜΑΤΑ
Προς Εβραίους επιστολή Παύλου (ια΄ 9-10, 32-40)
Κατά Ματθαίον (α΄ 1-25)

 

Οἱ Ἅγιοι 10 Μάρτυρες οἱ ἐν Κρήτῃ
Ὁ Ὅσιος Νήφων Ἐπίσκοπος Κωνσταντιανὴς
Ὁ Ὅσιος Παῦλος Ἀρχιεπίσκοπος Νεοκαισαρείας

     


 

Δευτέρα 24 Δεκεμβρίου

(Νηστεία)

ΑΝΑΓΝΩΣΜΑΤΑ
Προς Εβραίους επιστολή Παύλου (α΄ 1 - 12)
Κατά Λουκάν (β΄ 1-20)

     

Παραμονὴ τῆς τοῦ Χριστοῦ Γεννήσεως
Ἡ Ἁγία Εὐγενία ἡ Ὁσιομάρτυς
Ὁ Ἅγιος Φίλιππος ὁ Μάρτυρας
Ἡ Ἁγία Βασίλα ἡ Μάρτυς
Οἱ Ἅγιοι Πρώτα καὶ Ὑάκινθος οἱ Μάρτυρες
         


 

Τρίτη 25 Δεκεμβρίου

(Κατάλυσις εις πάντα)

ΑΝΑΓΝΩΣΜΑΤΑ
Προς Γαλάτας επιστολή Παύλου (δ΄ 4-7)
Κατά Ματθαίον (β΄ 1-12)

   

Η κατά σάρκα γέννησις του Ιησού Χριστού

                  


   

Τετάρτη 26 Δεκεμβρίου

(Κατάλυσις εις πάντα)

ΑΝΑΓΝΩΣΜΑΤΑ
Προς Τιμόθεον Α΄ επιστολή Παύλου (στ΄ 11-16)
Κατά Ματθαίον (ιβ΄ 15-21)

   

Σύναξις Ὑπεραγίας Θεοτόκου
Ἡ Φυγὴ εις Αἴγυπτον τῆς Ὑπεραγίας Θεοτόκου
Ὁ Ὅσιος Κωνσταντῖνος ὁ ἐξ Ἰουδαίων
Ὁ Ἅγιος Κωνστάντιος ὁ Νέος Ἱερομάρτυρας ὁ Ρῶσος

                      


 

Πέμπτη 27 Δεκεμβρίου

(Κατάλυσις εις πάντα)

ΑΝΑΓΝΩΣΜΑΤΑ
Πράξεις Αποστόλων (στ΄8–ζ΄5, 47–60)
Κατά Ματθαίον (κα΄ 33-42)

   

Ο Ἅγιος Στέφανος ο Πρωτομάρτυς
Ὁ Ἅγιος Θεόδωρος ὁ Γραπτὸς
Ὁ Ἅγιος Μαυρίκιος ὁ Μάρτυρας, Φωτεινὸς ὁ υἱός του καὶ οἱ σὺν αὐτῷ
Ἅγιοι 70 Μάρτυρες

      


   

Παρασκευή 28 Δεκεμβρίου

(Κατάλυσις εις πάντα)

ΑΝΑΓΝΩΣΜΑΤΑ
Προς Εβραίους επιστολή Παύλου (ια΄ 8 - 14)
Κατά Μάρκον (ιβ΄ 1-12)

   

Οἱ Ἅγιοι Δισμύριοι (20.000) Μάρτυρες οἱ ἐν Νικομηδείᾳ καέντες
Μνήμη τῶν Ἁγίων Συγκλητικῶν
Ἡ Ἁγία Δόμνα ἡ Μάρτυς
Ὁ Ἅγιος Σεκοῦνδος ὁ Μάρτυρας, φωτιστής των Ισπανών

                   


 

Σάββατο 29 Δεκεμβρίου

(Κατάλυσις εις πάντα)

ΑΝΑΓΝΩΣΜΑΤΑ
(Χριστουγέννων)
Προς Τιμόθεον Α΄ επιστολή Παύλου (στ΄ 11-16)
Κατά Ματθαίον (ιβ΄ 15-21)

   

Μνήμη των Αγίων Νηπίων ποὺ σφαγιάσθηκαν μὲ διαταγὴ τοῦ Ἡρώδη
Ὁ Ὅσιος Μάρκελλος
Ὁ Ὅσιος Θαδδαῖος ὁ Ὁμολογητής
Ὁ Ὅσιος Γεώργιος Ἐπίσκοπος Νικομήδειας ποιητὴς ἀσματικῶν Κανόνων
καὶ Τροπαρίων

    


  

Επιμέλεια- Διανομή: Καθεδρικός Ι.Ν. Παναγίας Φανερωμένης Χολαργού
Design : ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ
Εάν δεν επιθυμείτε να λαμβάνετε το Ενημερωτικό, παρακαλούμε πατήστε εδώ
Εάν λαμβάνετε το Ενημερωτικό περισσότερες από μία φορά, παρακαλούμε πατήστε εδώ