Προεόρτια τῆς μεγάλης Ἑορτῆς.

Ἀπολυτίκιον. Ἦχος α’. Χορός Ἀγγελικός.
Τό ξύλον τῆς ζωῆς, ἡ οὐράνιος κλῖμαξ, ὁ ἄχραντος Σταυρός, ἡ πηγή τῶν χαρίτων, χερσίν ἐμφανίζεται, Ἱερέων ὑψούμενος. Δεῦτε ἅπαντες, ἐν καθαρᾷ τῇ καρδίᾳ, προεόρτιον, τούτῳ προσάξωμεν αἶνον, Χριστόν μεγαλύνοντες.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὁ Σταυρός ὁ τίμιος προανατέλλων, προκαθαίρει ἅπαντας, καί ἁγιάζει μυστικῶς, ὃν διανοίας εὐθύτητι, ἐτοιμασθῶμεν, πιστῶς ὑποδέξασθαι.

Μεγαλυνάριον.
Ὕδατι νιψώμεθα ἀρετῶν, καρδίας καί χείλη, καί τά πρόσωπα ἀδελφοί, ἵνα τοῦ Σωτῆρος, Σταυρόν τόν ζωηφόρον, ὅλως κεκαθαρμένοι, ὑποδεξώμεθα.


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ