Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὁμοία ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον.

Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.

Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;

Λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.

Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.

Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.

Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον.

Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.

Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς, εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;

Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Απόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην: ἡ βασιλεία τῶν οὐρανῶν μοιάζει μὲ ἄνθρωπον οἰκοδεσπότην, ὁ ὁποῖος μόλις ἐξημέρωσε, ἐπῆγε νὰ μισθώσῃ ἐργάτας διὰ τὸ ἀμπέλι του. Ἀφοῦ δὲ συμφώνησε μὲ τοὺς ἐργάτας ἀπὸ ἕνα δηνάριον τὴν ἡμέραν, τοὺς ἔστειλε στὸ ἀμπέλι του.

Καὶ ὅταν ἐβγῆκε περὶ τὴν τρίτην ὥραν, εἶδε ἄλλους νὰ στέκωνται εἰς τὴν ἀγορὰν χωρὶς δουλειά. Καὶ εἰς ἐκείνους εἶπε, «Πηγαίνετε καὶ ἐσεῖς στὸ ἀμπέλι καὶ ὅ,τι εἶναι σωστὸ θὰ σᾶς δώσω». Ἐπῆγαν καὶ ἐκείνοι.

Πάλιν ὅταν ἐβγῆκε κατὰ τὴν ἕκτην καὶ τὴν ἐνάτην ὥραν, ἔκανε τὸ ἴδιο.

Ὅταν ἐβγῆκε κατὰ τὴν ἑνδεκάτην ὥραν, εὑρῆκε ἄλλους νὰ στέκωνται χωρὶς δουλειὰ καὶ τοὺς λέγει, «Γιατὶ στέκεσθε ἐδῶ ὅλην τὴν ἡμέραν χωρὶς δουλειά;» Λέγουν σ’ αὐτόν, «Διότι κανένας δὲν μᾶς ἐμίσθωσε». Καὶ αὐτὸς τοὺς λέγει, «Πηγαίνετε καὶ σεῖς στὸ ἀμπέλι καὶ θὰ πάρετε ὅ,τι εἶναι σωστό».

Ὅταν ἐβράδιασε λέγει ὁ ἰδιοκτήτης τοῦ ἀμπελιοῦ εἰς τὸν ἐπίτροπόν του, «Φώναξε τοὺς ἐργάτας καὶ δῶσε τους τὸ ἡμερομίσθιον, ἀφοῦ ἀρχίσῃς ἀπὸ τοὺς τελευταίους μέχρι τῶν πρώτων».

Ὅταν ἦλθαν ἐκείνοι, ποὺ τοὺς προσέλαβε κατὰ τὴν ἑνδεκάτην ὥραν, ἐπῆραν ἀπὸ ἕνα δηνάριον.

Ὅταν ὴλθαν οἱ πρῶτοι, ἐνόμισαν ὅτι θὰ πάρουν περισσότερα, ἀλλὰ ἐπῆραν καὶ αὐτοὶ ἀπὸ ἕνα δηνάριον.

Καὶ ὅταν τὸ ἐπῆραν, παρεπονοῦντο κατὰ τοῦ οἰκοδεσπότου καὶ ἔλεγαν,

Αὐτοὶ οἱ τελευταίοι ἐργάσθηκαν μίαν ὥραν καὶ τοὺς ἔκανες ἴσους μ’ ἐμᾶς, ποὺ ἐβαστάξαμε τὸ βάρος τὴς ἡμέρας καὶ τὴν ζέστη».

Αὐτὸς δὲ ἀπεκρίθη εἰς ἕνα ἀπὸ αὐτούς, «Φίλε, δὲν σὲ ἀδικῶ. Δὲν συμφώνησες μαζί μου ἕνα δηνάριον; Πάρε ὅ,τι συμφωνήσαμε καὶ φύγε· ἐγὼ θέλω σὲ τοῦτον τὸν τελευταῖον νὰ δὠσω ὅσα καὶ σὲ σένα. Δὲν ἔχω δικαίωμα νὰ κάνω μὲ τὴν περιουσίαν μου ὅ,τι θέλω; Ἢ εἶναι πονηρὸ τὸ μάτι σου, ἐπειδὴ ἐγὼ εἶμαι καλός;»

Ἔτσι οἱ τελευταῖοι θὰ γίνουν πρῶτοι, καὶ οἱ πρῶτοι τελευταῖοι. Πολλοὶ εἶναι οἱ καλεσμένοι, ὀλίγοι ὅμως εἶναι οἱ ἐκλεκτοί».