Τεύχος 3   25 Δεκεμβρίου 2010


25
Δεκεμβρίου 2010: ΧΡΙΣΤΟΥΓΕΝΝΑ

Ο Απόστολος των Χριστουγέννων

Αδελφοί, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.

 

Απόδοση στη νεοελληνική:

Αδελφοί, όταν συμπληρώθηκε ὁ χρόνος, τότε ἔστειλε ὁ Θεὸς τὸν Υἱόν του, ὁ ὁποῖος ἐγεννήθηκε ἀπὸ γυναῖκα καὶ διετέλεσε ὑπὸ τὸν νόμον, διὰ νὰ ἐξαγοράσῃ ἐκείνους, οἱ ὁποῖοι ἦσαν δοῦλοι κάτω ἀπὸ τὸν νόμον, διὰ νὰ πάρωμεν τὴν υἱοθεσίαν.
Καὶ ἐπειδὴ εἶσθε υἱοί, ὁ Θεὸς ἔστειλε στὶς καρδιές σας τὸ Πνεῦμα τοῦ Υἱοῦ του, τὸ ὁποῖον κράζει Ἀββᾶ, Πατέρα. Ὥστε δὲν εἶσαι πλέον δοῦλος, ἀλλὰ υἱός, ἐὰν δὲ εἶσαι υἱός, εἶσαι τότε καὶ κληρονόμος τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ.

Το Ευαγγέλιο των Χριστουγέννων Κατά Ματθαίον (β΄ 1-12)

Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ.
Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
 

Απόδοση στη νεοελληνική:

Ὅταν ὁ Ἰησοῦς ἐγεννήθηκε εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας κατὰ τὰς ἡμέρας τοῦ Ἡρώδη τοῦ βασιλέως, ἔφθασαν μάγοι ἀπὸ τὴν Ἀνατολὴν εἰς τὰ Ἱεροσόλυμα καὶ ἐρωτοῦσαν, «Ποῦ εἶναι ἐκεῖνος ποὺ ἐγεννήθηκε, ὁ βασιλεὺς τῶν Ἰουδαίων; Διότι εἴδαμε τὸ ἄστρον του νὰ ἀνατέλλῃ καὶ ἤλθαμε νὰ τὸν προσκυνήσωμεν».
Ὅταν ἄκουσε αὐτὰ ὁ βασιλεὺς Ἡρώδης, ἐταράχθηκε καὶ μαζί του ὅλη ἡ πόλις τῶν Ἱεροσολύμων καὶ, ἀφοῦ συγκέντρωσε ὅλους τοὺς ἀρχιερεῖς καὶ τοὺς γραμματεῖς τοῦ λαοῦ, ἐζητοῦσε νὰ πληροφορηθῇ ἀπὸ αὐτοὺς ποῦ θὰ γεννηθῇ ὁ Χριστὸς. Ἐκεῖνοι δὲ τοῦ εἶπαν, «Εἰς τὴν Βηθλεὲμ τῆς Ἰουδαίας, διότι εἶναι γραμμένον διὰ τοῦ προφήτου, «Και σὺ, Βηθλεέμ, γῆ τοῦ Ἰούδα, δὲν εἶσαι μὲ κανένα τρόπον ἡ μικρότερη μεταξὺ τῶν ἡγεμόνων τοῦ Ἰούδα, διότι ἀπὸ σὲ θὰ προέλθῃ ἕνας ἀρχηγός, ὁ ὁποῖος θὰ κυβερνήσῃ τὸν λαόν μου, τὸν Ἰσραήλ».
Τότε ὁ Ἡρώδης ἐκάλεσε κρυφὰ τοὺς μάγους καὶ ἐξακρίβωσε ἀπὸ αὐτοὺς τὸν χρόνον ποὺ ἐφάνηκε τὸ ἄστρον. Κατόπιν τοὺς ἔστειλε εἰς τὴν Βηθλεὲμ καὶ τοὺς εἶπε, «Πηγαίνετε καὶ ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδιοῦ. Καὶ ὅταν τὸ βρῆτε, εἰδοποιήσατέ με, διὰ νὰ ἔλθω καὶ ἐγὼ νὰ τὸ προσκυνήσω».
Αὐτοὶ, ἀφοῦ ἄκουσαν τὸν βασιλέα, ἔφυγαν. Καὶ νὰ, τὸ ἄστρον, τὸ ὁποῖον εἶχαν ἰδῆ νὰ ἀνατέλλῃ, προηγεῖτο, ἕως ὅτου ἦλθε καὶ ἐστάθηκε ἐπάνω εὶς τὸ μέρος, ὅπου εὑρίσκετο τὸ παιδί. Μόλις εἶδαν τὸ ἄστρον, αἰσθάνθηκαν μεγάλην χαράν. Καὶ ὅταν ἐμπῆκαν εἰς τὸ σπίτι, εἶδαν τὸ παιδὶ μαζὶ μὲ τὴν Μαρίαν, τὴν μητέρα του, καὶ ἔπεσαν εἰς τὴν γῆν καὶ τὸ προσκύνησαν· κατόπιν ἄνοιξαν τοὺς θησαυρούς τως καὶ τοῦ προσέφεραν γιὰ δῶρα χρυσὸν καὶ λιβάνι καὶ σμύρναν. Καὶ ἐπειδὴ καθωδηγήθησαν μὲ ὄνειρον ὑπὸ τοῦ Θεοῦ νὰ μὴ ἐπιστρέψουν στὸν Ἡρώδην, ἀνεχώρησαν εἰς τὴν πατρίδα τους ἀπὸ ἄλλον δρόμον.
 

Ἀπολυτίκιον. Ἦχος δ’.
Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους Ἀνατολήν. Κύριε δόξα σοι.

Ὑπακοή. Ἦχος πλ. δ’.
Τὴν ἀπαρχὴν τῶν ἐθνῶν, ὁ οὐρανός σοι προσεκόμισε, τῷ κειμένῳ Νηπίῳ ἐν φάτνῃ, δι’ ἀστέρος τοὺς Μάγους καλέσας· οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ’ ἐσχάτη πτωχεία· τί γὰρ εὐτελέστερον σπηλαίου; τί δὲ ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.

Κοντάκιον. Ἦχος γ’. Αὐτόμελον. Ποίημα Ρωμανοῦ τοῦ Μελωδοῦ
Ἡ Παρθένος σήμερον, τὸν Ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι, μετὰ Ποιμένων δοξολογοῦσι, Μάγοι δέ, μετὰ ἀστέρος ὁδοιποροῦσι· δι’ ἡμᾶς γὰρ ἐγεννήθη, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Μεγαλυνάριον.
Δόξα ἐν ὑψίστοις πᾶσα πνοή, ἐν χαρᾷ βοάτω, τῷ τεχθέντι ἐν Βηθλεέμ· ἐπὶ γῆς γὰρ ὤφθη, δωρούμενος εἰρήνην. Τὴν τούτου προσκυνήσωμεν, θείαν Γέννησιν.


 


Κυριακή 26 Δεκεμβρίου 2010:   Η ΣΥΝΑΞΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

 Ο Απόστολος της Κυριακής Προς Γαλάτας Επιστολή Παύλου (α΄ 11-19)

Αδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

Απόδοση στη νεοελληνική:

Αδελφοί, σᾶς κάνω γνωστόν ὅτι τὸ εὐαγγέλιον, τὸ ὁποῖον ἐκηρύχθηκε ἀπὸ ἐμέ, δὲν εἶναι ἀνθρώπινον, διότι οὔτε τὸ ἐπῆρα οὔτε τὸ ἐδιδάχθηκα ἀπὸ ἀνθρώπους ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἔχετε ἀκούσει, βέβαια, τὴν ἄλλοτε διαγωγήν μου εἰς τὸν Ἰουδαϊσμόν, ὅτι δηλαδὴ ὑπερβολικὰ κατεδίωκα τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὴν πολεμοῦσα. Καὶ εἶχα μεγαλύτερες προόδους εἰς τὸν Ἰουδαϊσμὸν ἀπὸ πολλοὺς συνομηλίκους συμπατριώτας μου, μὲ τὸν ὑπερβολικὸν ζῆλον ποὺ ἔδειχνα διὰ τὰς πατρικάς μου παραδόσεις. Ὅταν ὅμως εὐδόκησε ὁ Θεός, ὁ ὁποῖος μὲ ξεχώρισε ἀπὸ τὴν κοιλιὰ τῆς μητέρας μου καὶ μὲ ἐκάλεσε διὰ τῆς χάριτός του, νὰ ἀποκαλύψῃ μέσα μου τὸν Υἱόν του, διὰ νὰ κηρύττω αὐτὸν εἰς τὰ ἔθνη, ἀμέσως δὲν συμβουλεύθηκα ἀνθρώπους, οὔτε ἀνέβηκα εἰς τὰ Ἱεροσόλυμα πρὸς ἐκείνους ποὺ ἦσαν ἀπόστολοι πρὶν ἀπὸ ἐμέ, ἀλλ’ ἔφυγα εἰς τὴν Ἀραβίαν καὶ πάλιν ἐπέστρεψα εἰς τὴν Δαμασκόν. Ἔπειτα, ὕστερα ἀπὸ τρία χρόνια, ἀνέβηκα εἰς τὰ Ἱεροσόλυμα διὰ νὰ γνωρίσω τὸν Πέτρον καὶ ἔμεινα κοντά του δέκα πέντε ἡμέρας. Ἄλλον ἀπὸ τοὺς ἀποστόλους δὲν εἶδα παρὰ τὸν Ἰάκωβον, τὸν ἀδελφόν τοῦ Κυρίου.

Το Ευαγγέλιο της Κυριακής Κατά Ματθαίον (β΄ 13-23)

Ἀναχωρησάντων τῶν μάγων, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.

Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ρηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

Απόδοση στη νεοελληνική:

Ὅταν ἀνεχώρησαν οι μάγοι, ὁ ἄγγελος τοῦ Κυρίου ἐμφανίζεται εἰς τὸν Ἰωσὴφ σὲ ὄνειρον καὶ τοῦ λέγει, «Σήκω, πάρε τὸ παιδί καὶ τὴν μητέρα του καὶ φύγε εἰς τὴν Αἴγυπτον καὶ μεῖνε ἐκεῖ, ἕως ὅτου σοῦ πῶ, διότι ὁ Ἡρώδης σκοπεύει νὰ ἀναζητήσῃ τὸ παιδὶ διὰ νὰ τὸ σκοτώσῃ». Ὅταν ὁ Ἰωσὴφ ἐξύπνησε, ἐπῆρε νύχτα τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ ἀνεχώρησεν εἰς τὴν Αἴγυπτον καὶ ἔμεινεν ἐκεῖ μέχρι τοῦ θανάτου τοῦ Ἡρώδη, διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο ποὺ ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου, «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου».
Τότε ὁ Ἡρώδης, ἐπειδὴ εἶδε ὅτι ἐξαπατήθηκε ἀπὸ τοὺς μάγους, ἐθύμωσε πάρα πολὺ καὶ ἔστειλε καὶ ἐσκότωσε ὅλα τὰ παιδιὰ εἰς τὴν Βηθλεὲμ καὶ εἰς ὅλα τὰ περίχωρά της ἀπὸ δύο ἐτῶν καὶ κάτω, σύμφωνα πρὸς τὸν χρόνον, τὸν ὁποῖον ἐξακρίβωσε ἀπὸ τοὺς μάγους. Τότε ἐκπληρώθηκε ἐκεῖνο ποὺ ἐλέχθη διὰ τοῦ Ἱερεμία τοῦ προφήτου, «Φωνὴ ἀκούσθηκε εἰς τὴν Ραμά, θρῆνος, κλάμα καὶ μεγάλος ὀδυρμός. Ἦτο ἡ Ραχὴλ ποὺ ἔκλαιε τὰ παιδιά της καὶ δὲν ἤθελε νὰ παρηγορηθῇ, διότι δὲν ὑπάρχουν πλέον.
Μετὰ τὸν θάνατον τοῦ Ἡρώδη, ἄγγελος τοῦ Κυρίου ἐμφανίζεται, εἰς ὄνειρο, εἰς τὸν Ίωσήφ, ὅταν ἦτο εἰς τὴν Αἴγυπτον, καὶ τοῦ λέγει, «Σήκω, πάρε τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ πήγαινε εἰς τὴν γῆν τοῦ Ἰσραήλ, διότι ἔχουν πεθάνει ἐκείνοι, ποὺ ἐζητοῦσαν τὴν ζωὴν τοῦ παιδιοῦ». Αὐτὸς δὲ ὅταν ἐξύπνησε, ἐπῆρε τὸ παιδὶ καὶ τὴν μητέρα του καὶ ἦλθεν εἰς τὴν γῆν τοῦ Ἰσραήλ. Ἐπειδὴ ὅμως ἄκουσε ὅτι ὁ Ἀρχέλαος εἶναι βασιλεὺς τῆς Ἰουδαίας ἀντὶ τοῦ πατέρα του Ἡρώδη, φοβήθηκε νὰ μεταβῇ ἐκεῖ. Εἰς ὄνειρον καθωδηγήθηκε ἀπὸ τὸν Θεὸν καὶ ἔφυγε εἰς τὰ μέρη τῆς Γαλιλαίας. Καὶ ὅταν ἔφθασε, ἔμεινε εἰς πόλιν, ποὺ ὠνομάζετο Ναζαρέτ, διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη ἀπὸ τοὺς προφῆτας, ὅτι δηλαδὴ θὰ ὀνομασθῇ Ναζωραῖος.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς βρέφος βαστάζουσα, ἐν ταῖς ἀγκάλαις Ἁγνή, τὸν πάντων δεσπόζοντα, σάρκα λαβόντα ἐκ σοῦ, χαρᾶς ὤφθης πρόξενος· ὅθεν πᾶσα ἡ κτίσις, ἀνυμνεῖ χαρμοσύνως, σήμερον Θεοτόκε, τὴν φρικτήν σου λοχείαν· πηγὴν γὰρ ἀθανασίας, κόσμῳ ἐκύησας.

Κοντάκιον Ἦχος πλ. β’.
Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθεῖς, ἐπὶ γῆς ἀπάτωρ ἐσαρκώθη, σήμερον ἐκ σοῦ· ὅθεν ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄσπορον τόκον σου, ὦ Κεχαριτωμένη.

Μεγαλυνάριον.
Θρόνος ἐπηρμένος πέλεις Ἁγνή, φέρουσα ὡς βρέφος, τὸν τὰ πάντα ἐν τῇ δρακί, φέροντα ὡς Κτίστην· ὑμνοῦμέν σου Παρθένε, τὴν ὄντως ὑπὲρ λόγον μεγαλειότητα.


 


Δευτέρα 27 Δεκεμβρίου 2010:   ΑΓΙΟΥ ΣΤΕΦΑΝΟΥ

Ο Απόστολος Πράξεις Αποστόλων (στ΄ 8 – ζ΄ 5, ζ΄ 47-60)

Στέφανος, πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ρήματα βλάσφημα εἰς Μωυσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ρήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυσῆς.
Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα.
Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

Απόδοση στη νεοελληνική:

Ὁ Στέφανος, γεμᾶτος πίστιν καὶ δύναμιν, ἔκανε τέρατα καὶ θαύματα μεγάλα μεταξὺ τοῦ λαοῦ. Μερικοὶ ἀπὸ τὴν συναγωγήν, ποὺ ἐλέγετο τῶν Λιβερτίνων καὶ τῶν Κυρηναίων καὶ τῶν Ἀλεξανδρέων καὶ ἀπὸ τοὺς καταγομένους ἀπὸ τὴν Κιλικίαν καὶ Ἀσίαν, ἐσηκώθηκαν καὶ συζητοῦσαν μὲ τὸν Στέφανον, ἀλλὰ δὲν μποροῦσαν νὰ ἀντισταθοῦν εἰς τὴν σοφίαν καὶ εἰς τὸ Πνεῦμα μὲ τὸ ὁποῖον ἐμιλοῦσε.
Τότε ἔβαλαν κρυφὰ ἀνθρώπους νὰ ποῦν, «Τὸν ἀκούσαμε νὰ λέγῃ λόγια βλάσφημα κατὰ τοῦ Μωϋσέως καὶ κατὰ τοῦ Θεοῦ». Καὶ ξεσήκωσαν τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, ὥρμησαν ἐπάνω του καὶ τὸν ἅρπαξαν βιαίως καὶ τὸν ἔφεραν εἰς τὸ συνέδριον. Παρουσίασαν καὶ ψευδομάρτυρας, οἱ ὁποῖοι ἔλεγαν, «Ὁ ἄνθρωπος αὐτὸς δὲν παύει νὰ λέγῃ λόγια βλάσφημα κατὰ τοῦ ἁγίου αὐτοῦ τόπου καὶ κατὰ τοῦ νόμου. Διότι τὸν ἔχομεν ἀκούσει νὰ λέγῃ ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος θὰ καταστρέψῃ τὸν τόπον αὐτὸν καὶ θὰ ἀλλάξῃ τὰ ἔθιμα ποὺ μᾶς παρέδωκε ὁ Μωϋσῆς».
Καὶ ὅλοι ποὺ ἐκάθοντο εἰς τὸ συνέδριον προσήλωσαν εἰς αὐτὸν τὰ βλέμματα καὶ εἶδαν τὸ πρόσωπόν του νὰ εἶναι σὰν πρόσωπο ἀγγέλου.
Εἶπε τότε ὁ ἀρχιερεύς, «Ἔτσι ἔχουν τὰ πράγματα;».
Ὁ Στέφανος εἶπε, «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ ἔνδοξος Θεὸς ἐφανερώθηκε εἰς τὸν πατέρα μας Ἀβραάμ, ὅταν ἦτο εἰς τὴν Μεσοποταμίαν πρὶς κατοικήσῃ εἰς τὴν Χαρράν, καὶ τοῦ εἶπε, Φύγε ἀπὸ τῆν χώραν σου καὶ ἀπὸ τοὺς συγγενεῖς σου καὶ ἔλα εἰς τῆν χώραν ποὺ θὰ σοῦ δείξω. Τότε ἔφυγε ἀπὸ τὴν χώραν τῶν Χαλδαίων καὶ κατῴκησε εἰς τὴν Χαρράν. Ἀπὸ ἐκεῖ μετὰ τὸν θάνατον τοῦ πατέρα του, ὁ Θεὸς τὸν ἔφερε νὰ κατοικήσῃ εἰς τὴν χώραν αὐτήν, εἰς τὴν ὁποίαν σεῖς τώρα κατοικεῖτε. Δὲν τοῦ ἔδωκε ὅμως κληρονομίαν εἰς αὐτὴν οὔτε ἕνα βῆμα, ἀλλὰ ὑποσχέθηκε νὰ τὴν δώσῃ ὡς ἰδιοκτησίαν εἰς αὐτὸν καὶ τοὺς ἀπογόνους του ὕστερα ἀπὸ αὐτόν, ἂν καὶ δὲν εἶχε παιδί.
Ἀλλ’ ὁ Σολομὼν ἦτο ἐκεῖνος ποὺ τοῦ οἰκοδόμησε οἶκον. Ὁ Ὕψιστος ὅμως δὲν κατοικεῖ εἰς χειροποιήτους ναούς, καθὼς ὁ προφήτης λέγει: Ὁ οὐρανὸς εἶναι ὁ θρόνος μου, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδιών μου. Τί εἴδους οἶκον θὰ μοῦ οἰκοδομήσετε, λέγει ὁ Κύριος, ἢ ποιός εἶναι ὁ τόπος τῆς ἀναπαύσεώς μου; Τὸ χέρι μου δὲν τὰ ἐδημιούργησε ὅλα αὐτά; Σκληροτράχηλοι, μὲ ἀπερίτμητη καρδιὰ καὶ αὐτιά, σεῖς πάντοτε ἀντιτίθεστε πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ὅπως οἱ πρόγονοί σας ἔτσι καὶ σεῖς.
Ποιόν ἀπὸ τοὺς προφήτας δὲν κατεδίωξαν οἱ πρόγονοί σας; Ἐσκότωσαν ἐκείνους ποὺ ἐπροφήτευσαν τὸν ἐρχομὸν τοῦ Δικαίου, καὶ τώρα ἐγίνατε σεῖς προδόται του καὶ φονηάδες του·σεῖς ποὺ ἐπήρατε τὸν νόμον εἰς ἐντολάς, ποὺ ἐδόθησαν δι’ ἀγγέλων, καὶ ὅμως δὲν τὸ ἐφυλάξατε.
Ἐνῷ ἄκουαν αὐτά, ὠργίσθησαν καὶ ἔτριζαν τὰ δόντια τους ἐναντίον του. Ἀλλ’ ὁ Στέφανος γεμᾶτος Πνεῦμα Ἅγιον προσήλωσε τὸ βλέμμα του εἰς τὸν οὐρανὸν καὶ εἶδε τὴν δόξαν τοῦ Θεοῦ καὶ τὸν Ἰησοῦν νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ, καὶ εἶπε, «Βλέπω τοὺς οὐρανοὺς ἀνοικτοὺς καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου νὰ στέκεται εἰς τὰ δεξιὰ τοῦ Θεοῦ».
Αὐτοὶ ἐφώναξαν μὲ δυνατὴν φωνήν, ἐβούλωσαν τὰ αὐτιά τους καὶ ὥρμησαν ὅλοι μαζὶ ἐπάνω του, καὶ ἀφοῦ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν πόλιν, τὸν ἐλιθοβολοῦσαν. Οἱ μάρτυρες ἔβαζαν τὰ ἐνδύματά τους κοντὰ στὰ πόδια κάποιου νέου, ποὺ ὠνομάζετο Σαῦλος καὶ λιθοβολοῦσαν τὸν Στέφανον, ὁ ὁποῖος ἐπεκαλεῖτο καὶ ἔλεγε, «Κύριε Ἰησοῦ, δέξου τὸ πνεῦμα μου». Ἀφοῦ δὲ ἐγονάτισε ἐφώναξε μὲ φωνὴν δυνατήν, «Κύριε, μὴ λογαριάσῃς εἰς αὐτοὺς τὴν ἁμαρτίαν αὐτήν». Καὶ λέγοντας αυτό εξέπνευσε.
Ὁ δὲ Σαῦλος παρευρίσκετο επιθυμώντας ομοίως τη θανάτωσή του.

Το Ευαγγέλιο Κατά Ματθαίον (κα΄ 33-42)

Είπεν ο Κύριος, άλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν.
Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
Λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Απόδοση στη νεοελληνική:

Είπεν ο Κύριος, άλλην παραβολὴν ἀκοῦστε: Ὑπῆρχε κάποτε ἕνας οἰκοδεσπότης, ὁ ὁποῖος ἐφύτεψε ἕνα ἀμπέλι, ἔβαλε γύρω του ἕνα φράχτη, ἔσκαψε εἰς αὐτὸ ἕνα πατητῆρι καὶ ἔκτισε ἕνα πύργο. Ὕστερα τὸ ἐνοίκιασε εἰς γεωργοὺς καὶ ἔφυγε εἰς ξένην χώραν.
Ὅταν δὲ ἐπλησίασε ὁ καιρὸς τῶν καρπῶν, ἔστειλε τοὺς δούλους του πρὸς τοὺς γεωργοὺς διὰ νὰ πάρουν τοὺς καρπούς του. Ἀλλὰ οἱ γεωργοί, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, ἕναν ἔδειραν, ἄλλον ἐσκότωσαν, ἄλλον ἐλιθοβόλησαν.
Πάλιν ἔστειλε ἄλλους δούλους περισσότερους ἀπὸ τοὺς πρώτους καὶ ἔκαναν εἰς αὐτοὺς τὰ ἴδια.
Τελευταῖον ἔστειλε πρὸς αὐτοὺς τὸν υἱό του καὶ εἶπε, «Θὰ ἐντραποῦν τὸν υἱόν μου».
Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱὸν, εἶπαν ἀναμεταξύ τους, «Αὐτὸς εἶναι ὁ κληρονόμος. Ἐμπρὸς ἂς τὸν σκοτώσωμεν καὶ ἂς πάρωμεν τὴν κληρονομίαν του», καὶ ἀφοῦ τὸν συνέλαβαν, τὸν ὡδήγησαν ἔξω ἀπὸ τὸ ἀμπέλι καὶ τὸν ἐσκότωσαν».
Ὅταν λοιπὸν ἔλθῃ ὁ ἰδιοκτήτης τοῦ ἀμπελιοῦ, τὶ θὰ κάνῃ στοὺς γεωργοὺς ἐκείνους;».
Λέγουν εἰς αὐτόν, «Θὰ τοὺς ἐξολοθρεύσῃ μὲ τὸν χειρότερον τρόπον καὶ τὸ ἀμπέλι θὰ τὸ παραδώσῃ εἰς ἄλλους γεωργούς, οἱ ὁποίοι θὰ τοῦ παραδώσουν τοὺς καρποὺς εἰς τὸν καιρόν τους».
Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς, «Ποτὲ δὲν ἐδιαβάσατε εἰς τὰς γραφὰς, ὅτι, «Ὁ λίθος ποὺ ἀπέρριψαν οἱ οἰκοδόμοι, ἔγινε ἀκρογωνιαῖος λίθος· ἀπὸ τὸν Κύριον ἔγινε αὐτό, καὶ φαίνεται θαυμαστὸν εἰς τὰ μάτια μας;». 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων Πρωτόαθλε Στέφανε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει, καὶ ὁ δοῦλος σήμερον, ἀπὸ σαρκὸς ἐξεδήμει· χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη, σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται, δι’ αὐτὸν καὶ τελειοῦται, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος. 

Μεγαλυνάριον.
Πρῶτος διακόνων ἀναδειχθείς, πρῶτος τοῦ Δεσπότου, ἐχρημάτισας μιμητής· ὅθεν Ἀθλοφόρων, πρωτεύων Πρωτομάρτυς, τύπος αὐτοῖς ἐγένου, Πρώταθλε Στέφανε.



Επιμέλεια-Διανομή
: Καθεδρικός Ι.Ν. Παναγίας Φανερωμένης Χολαργού
Εάν δεν επιθυμείτε να λαμβάνετε το Ενημερωτικό, παρακαλούμε πατήστε εδώ
Εάν λαμβάνετε το Ενημερωτικό περισσότερες από μία φορά, παρακαλούμε πατήστε εδώ