Τεύχος 132   07 Ιουνίου 2013

Εάν επιθυμείτε να λαμβάνετε κάθε εβδομάδα την ΕΤΟΙΜΑΣΙΑ, είτε μόνον εσείς, είτε και κάποια δικά σας πρόσωπα, κάνετε Εγγραφή στο Newsletter μέσα απ’ το δικτυακό μας τόπο.

 

Κυριακή 9 Ιουνίου 2013 – ΤΟΥ ΤΥΦΛΟΥ

Ο Ἀπόστολος
Πράξεις Αποστόλων (ιστ΄ 16-34)

     

Ἐν ταις ημέραις εκείναις, ἐγένετο πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.
Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες. Καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ραβδίζειν, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
Οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ
.

   

Ἀπόδοση στη νεοελληνική:

  

Τις ημέρες ἐκείνες, καθὼς ἐπηγαίναμεν εἰς τὸν τόπον τῆς προσευχῆς μᾶς συνήντησε κάποια ὑπηρέτρια ποὺ εἶχε πνεῦμα μαντικόν, καὶ μὲ τὴν μαντείαν ἔφερνε πολλὰ κέρδη εἰς τοὺς κυρίους της. Αὐτὴ ἀκολουθοῦσε τὸν Παῦλον καὶ ἐμᾶς καὶ ἐφώναζε, «Αὐτοὶ οἱ ἄνθρωποι εἶναι δούλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ σᾶς ἀναγγέλουν τὸν δρόμον τῆς σωτηρίας». Αὐτὸ τὸ ἔκανε πολλὲς ἡμέρες. Ὁ Παῦλος ἦτο πολὺ ἀγανακτισμένος καὶ στραφεὶς εἶπε εἰς τὸ πνεῦμα, «Σὲ διατάσσω εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ νὰ βγῇς ἀπὸ αὐτήν». Καὶ ἐκείνην τὴν στιγμὴν ἐβγῆκε.
Ὅταν ὅμως οἱ κύριοί της εἶδαν ὅτι ἐχάθηκε ἡ ἐλπίδα τῶν κερδῶν τους, ἔπιασαν τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ τοὺς ἔσυραν εἰς τὴν ἀγορὰν πρὸς τὰς ἀρχάς, καὶ ὅταν τοὺς ἔφεραν εἰς τοὺς στρατηγοὺς εἶπαν, «Αὐτοὶ οἱ ἄνθρωποι, οἱ ὁποῖοι εἶναι Ἰουδαῖοι, δημιουργοῦν ταραχὴν εἰς τὴν πόλιν μας· κηρύσσουν διδασκαλίας, τὰς ὁποίας ἔμεῖς ποὺ εἴμεθα Ρωμαῖοι δὲν ἐπιτρέπεται νὰ τὰς παραδεχθοῦμε ἢ νὰ τὰς ἐφαρμόσωμεν». Ξεσηκώθηκε καὶ ὁ ὄχλος ἐναντίον τους, οἱ δὲ στρατηγοὶ τοὺς ἐξέσχισαν τὰ ἐνδύματα καὶ διέταξαν νὰ τοὺς ραβδίσουν. Ἀφοῦ τοὺς ἔδωκαν πολλὰ ραβδίσματα, τοὺς ἔριξαν εἰς τὴν φυλακὴν καὶ παρήγγειλαν εἰς τὸν δεσμοφύλακα νὰ τοὺς φυλάττῃ καλά. Αὐτός, ἀφοῦ ἔλαβε τέτοιαν παραγγελίαν, τοὺς ἔβαλε εἰς τὴν πιὸ βαθειὰ φυλακὴν καὶ ἔδεσε τὰ πόδια τους εἰς τὸ ξύλον πρὸς ἀσφάλειαν.
Κατὰ τὰ μεσάνυχτα ὁ Παῦλος καὶ ὁ Σίλας προσηύχοντο καὶ ἔψαλλαν ὕμνους εἰς τὸν Θεόν, καὶ οἱ ἄλλοι φυλακισμένοι τοὺς ἄκουαν. Ἔξαφνα ἔγινε σεισμὸς μεγάλος, ὥστε ἐσαλεύθησαν τὰ θεμέλια τῆς φυλακῆς, καὶ ἀμέσως ἄνοιξαν ὅλες οἱ πόρτες καὶ ὅλων τὰ δεσμὰ ἐλύθηκαν. Ὅταν ἐξύπνησε ὁ δεσμοφύλαξ καὶ εἶδε ἀνοικτὲς τὶς πόρτες τῆς φυλακῆς, ἔσυρε τὸ μαχαίρι του καὶ ἐπρόκειτο ν’ αὐτοκτονήσῃ, ἐπειδὴ ἐνόμιζε ὅτι οἱ φυλακισμένοι εἶχαν φύγει. Ἀλλ’ ὁ Παῦλος τοῦ ἐφώναξε δυνατά, «Μὴ κάνῃς κανένα κακὸν εἰς τὸν ἑαυτόν σου, διότι ὅλοι εἴμεθα ἐδῶ». Ἀφοῦ ἐζήτησε φῶτα, ἐπήδησε μέσα καί, τρομαγμένος, ἔπεσε εἰς τὰ πόδια τοῦ Παύλου καὶ τοῦ Σίλα. Ὕστερα τοὺς ὡδήγησε ἔξω καὶ εἶπε, «Κύριοι, τί πρέπει νὰ κάνω γιὰ νὰ σωθῶ;». Ἐκεῖνοι δὲ εἶπαν, «Πίστεψε εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ θὰ σωθῇς σὺ καὶ οἱ οἰκιακοί σου». Καὶ ἐκήρυξαν τὸν λόγον τοῦ Κυρίου εἰς αὐτὸν καὶ εἰς ὅλους ποὺ ἦσαν εἰς τὸ σπίτι του. Ἐκείνην τὴν νυχτερινὴν ὥραν τοὺς ἐπῆρε καὶ ἔπλυνε τὶς πληγές τους καὶ ἀμέσως κατόπιν ἐβαπτίσθηκε καὶ αὐτὸς καὶ ὅλοι οἱ δικοί του. Τοὺς ἔφερε εἰς τὸ σπίτι του, τοὺς ἔδωσε φαγητὸν καὶ ἐχαίρετο μὲ ὅλους τοὺς δικούς του διὰ τὴν πίστιν του εἰς τὸν Θεόν.

    

Το Ευαγγέλιο
Κατά Ιωάννην (θ΄ 1–38)

   

Τῷ καιρῷ ἐκείνῳ, παράγων ο Ιησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
Ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.
Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. Ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. Εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
Οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωυσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν ὅτι Μωυσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ
.
   

Απόδοση στη νεοελληνική:

  

Τόν καιρό ἐκείνο, καθὼς ἐβάδιζε ὁ Ἰησοῦς, εἶδε ἄνθρωπον γεννημένον τυφλὸν καὶ τὸν ἐρώτησαν οἱ μαθηταί του, «Ραββί, ποιός ἁμάρτησε, αὐτὸς ἢ οἱ γονεῖς του διὰ νὰ γεννηθῇ τυφλός;».
Ἀπεκρίθη ὁ Ἰησοῦς, «Οὔτε αὐτὸς ἁμάρτησε οὔτε οἱ γονεῖς του, ἀλλὰ διὰ νὰ φανερωθοῦν ἐξ ἀφορμῆς του τὰ ἔργα τοῦ Θεοῦ. Ἐγὼ πρέπει νὰ κάνω τὰ ἔργα ἐκείνου ποὺ μὲ ἔστειλε ἐν ὅσω εἶναι ἡμέρα· θὰ ἔλθῃ νύχτα, ὅταν κανεὶς δὲν θὰ μπορῇ νὰ ἐργασθῇ. Ὅσον καιρὸν εἶμαι εἰς τὸν κόσμον, εἶμαι τὸ φῶς τοῦ κόσμου».
Ὅταν εἶπε αὐτά, ἔφτυσε χάμω καὶ ἔκανε πηλὸν μὲ τὸ φτύσιμο καὶ ἄλειψε τὸν πηλὸν ἐπάνω εἰς τὰ μάτια τοῦ τυφλοῦ καὶ τοῦ εἶπε, «Πήγαινε, πλύσου εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ», τὸ ὁποῖον μεταφράζεται Ἀπεσταλμένος. Ἔφυγε λοιπὸν καὶ πλύθηκε καὶ ἐπέστρεψε βλέπων.
Οἱ γείτονες καὶ ἐκεῖνοι ποὺ προηγουμένως τὸν ἔβλεπαν ὅτι ἦτο τυφλός, ἔλεγαν, «Δὲν εἶναι αὐτὸς ποὺ καθότανε καὶ ζητιάνευε;». Μερικοὶ ἔλεγαν ὅτι αὐτὸς εἶναι καὶ ἄλλοι ὅτι εἶναι κάποιος ποὺ τοῦ μοιάζει. Ἐκεῖνος ἔλεγε, «Ἐγὼ εἶμαι». Τοῦ εἶπαν τότε, «Πῶς ἄνοιξαν τὰ μάτια σου;». Ἀπεκρίθη ἐκεῖνος, Ἕνας ἄνθρωπος ποὺ ὀνομάζεται Ἰησοῦς ἔκανε πηλὸν καὶ μοῦ ἄλειψε τὰ μάτια καὶ μου εἶπε, «Πήγαινε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ πλύσου». Ὅταν ἐπῆγα καὶ πλύθηκα, ἀπέκτησα τὸ φῶς μου». Τότε τὸν ἐρώτησαν, «Ποῦ εἶναι ἐκεῖνος;» καὶ αὐτὸς ἀπεκρίθη, «Δὲν ξέρω». Ὁδηγοῦν αὐτόν, τὸν ἄλλοτε τυφλόν, εἰς τοὺς Φαρισαίους. Ἦτο δὲ Σάββατον, ὅταν ἔκανε ὁ Ἰησοῦς τὸν πηλὸν καὶ ἄνοιξε τὰ μάτια του.
Τότε οἱ Φαρισαῖοι πάλιν τὸν ἐρώτησαν πῶς ἀπέκτησε τὸ φῶς του, αὐτὸς δὲ εἶπε, «Μοῦ ἔβαλε πηλὸν εἰς τὰ μάτια καὶ πλύθηκα καὶ βλέπω». Μερικοὶ ἀπὸ τοὺς Φαρισαίους εἶπαν, «Αὐτὸς ὁ ἄνθρωπος δὲν εἶναι ἀπὸ τὸν Θεόν, διότι δὲν τηρεῖ τὸ Σάββατον». Ἄλλοι ἔλεγαν, «Πῶς μπορεῖ ἄνθρωπος ἁμαρτωλὸς νὰ κάνῃ τέτοια θαύματα;». Καὶ ἔγινε διχασμὸς μεταξύ τους. Λέγουν πάλιν εἰς τὸν τυφλόν, «Σὺ τί λὲς γι’ αὐτὸν ἀφοῦ σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς εἶπε, «Εἶναι προφήτης».
Οἱ Ἰουδαῖοι δὲν ἤθελαν νὰ πιστέψουν ὅτι ἤτανε τυφλὸς καὶ ἀπέκτησε τὸ φῶς του, ἕως ὅτου φώναξαν τοὺς γονεῖς του καὶ τοὺς ἐρώτησαν, «Αὐτὸς εἶναι ὁ υἱός σας, διὰ τὸν ὁποῖον λέτε ὅτι γεννήθηκε τυφλός; Πῶς λοιπὸν τώρα βλέπει;». Ἀπεκρίθησαν εἰς αὐτοὺς οἱ γονεῖς του, «Ξέρομεν ὅτι αὐτὸς εἶναι ὁ υἱός μας καὶ ὅτι γεννήθηκε τυφλός. Πῶς ὅμως τώρα βλέπει, δὲν γνωρίζομεν, οὔτε ξέρομεν ποιός ἄνοιξε τὰ μάτια του. Αὐτὸς ἡλικίαν ἔχει, ἐρωτήσατέ τον· θὰ μιλήσῃ γιὰ τὸν ἑαυτόν του».
Αὐτὰ εἶπαν οἱ γονεῖς, του διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἐπειδὴ οἱ Ἰουδαῖοι εἶχαν ἤδη συμφωνήσει νὰ γίνῃ ἀποσυναγωγὸς ὅποιος ὁμολογήσῃ ὅτι αὐτὸς εἶναι ὁ Χριστός. Γι’ αὐτὸ οἱ γονεῖς του εἶπαν, «Ἡλικίαν ἔχει, ἐρωτήσατέ τον». Ἐφώναξαν τότε διὰ δευτέραν φορὰν τὸν ἄνθρωπον ποὺ ἤτανε τυφλὸς καὶ τοῦ εἶπαν, «Δόξασε τὸν Θεόν. Ἔμεῖς ξέρομεν ὅτι ὁ ἄνθρωπος αὐτὸς εἶναι ἁμαρτωλός».
Ἐκεῖνος ἀπεκρίθη, «Ἐὰν εἶναι ἁμαρτωλός, δὲν ξέρω. Ἕνα πρᾶγμα ξέρω, ὅτι ἐνῷ ἤμουν τυφλὸς, τώρα βλέπω». Τότε πάλιν τὸν ἐρώτησαν, «Τί σοῦ ἔκαμε; Πῶς σοῦ ἄνοιξε τὰ μάτια;». Αὐτὸς τοὺς ἀπεκρίθη, «Σᾶς εἶπα ἤδη καὶ δὲν ἐδώσατε προσοχήν· γιατὶ θέλετε πάλιν νὰ τὸ ἀκούσετε; Μήπως θέλετε καὶ σεῖς νὰ γίνετε μαθηταί του;».
Τότε τὸν ἔβρισαν καὶ τοῦ εἶπαν, «Σὺ εἶσαι μαθητὴς ἐκείνου, ἐμεῖς εἴμεθα μαθηταὶ τοῦ Μωϋσέως. Ἐμεῖς ξέρομεν ὅτι εἰς τὸν Μωϋσῆν ἐμίλησεν ὁ Θεός, ἀλλὰ γι’ αὐτὸν δὲν ξέρομεν, ἀπὸ ποῦ εἶναι».
Ὁ ἄνθρωπος τοὺς ἀπεκρίθη, «Αὐτὸ ἀκριβῶς εἶναι τὸ ἐκπληκτικόν, ὅτι σεῖς δὲν ξέρετε ἀπὸ ποῦ εἶναι, καὶ ὅμως μοῦ ἄνοιξε τὰ μάτια. Ξέρομεν δὲ ὅτι τοὺς ἁμαρτωλοὺς ὁ Θεὸς δὲν τοὺς ἀκούει, ἀλλ’ ἐὰν κανεὶς εἶναι θεοσεβὴς καὶ κάνῃ τὸ θέλημά του, ἐκεῖνον ἀκούει. Ποτὲ πρὶν δὲν ἀκούσθηκε ὅτι ἄνοιξε κάποιος τὰ μάτια τυφλοῦ ἐκ γενετῆς. Ἐὰν ὁ ἄνθρωπος αὐτὸς δὲν ἦτο ἀπὸ τὸν Θεόν, δὲν θὰ μποροῦσε νὰ κάνῃ τίποτε».
Ἐκεῖνοι τοῦ ἀπεκρίθησαν, «Σὺ γεννήθηκες ὁλόκληρος μέσα στὴν ἁμαρτίαν καὶ μᾶς διδάσκεις;». Καὶ τὸν ἔβγαλαν ἔξω. Ἄκουσε ὁ Ἰησοῦς ὅτι τὸν ἔβγαλαν ἔξω καὶ ὅταν τὸν εὑρῆκε τοῦ εἶπε, «Πιστεύεις σὺ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;». Ἀπεκρίθη ἐκεῖνος, «Καὶ ποιός εἶναι, Κύριε, γιὰ νὰ πιστέψω σ’ αὐτόν;». Ὁ Ἰησοῦς τοῦ εἶπε, «Τὸν ἔχεις ἰδῇ· εἶναι μάλιστα αὐτὸς ποὺ μιλεῖ μαζί σου». «Πιστεύω, Κύριε», εἶπε ἐκεῖνος καὶ τὸν προσκύνησε.
                            

      


   

Τετάρτη 12 Ιουνίου 2013 – Απόδοση εορτής Πάσχα

Ο Ἀπόστολος
Πράξεις Αποστόλων (ιη΄ 22-28)

     

Κατελθὼν ὁ Παῦλος εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ.
Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. Εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.

   

Ἀπόδοση στη νεοελληνική:

  

Ὅταν ἀποβιβάσθηκε ὁ Παῦλος εἰς τὴν Καισάρειαν, ἀνέβηκε καὶ ἐχαιρέτησε τὴν ἐκκλησίαν, καὶ ὕστερα κατέβηκε εἰς τὴν Ἀντιόχειαν. Ἀφοῦ ἔμεινε ἐκεῖ ὀλίγον καιρόν, ἔφυγε καὶ διήρχετο κατὰ σειρὰν τὴν χώραν τῆς Γαλατίας καὶ τὴν Φρυγίαν στηρίζων ὅλους τοὺς μαθητάς. Κάποιος Ἰουδαῖος ποὺ ὠνομάζετο Ἀπολλώς, Ἀλεξανδρινὸς τὴν καταγωγήν, εἶχε ἔλθει εἰς τὴν Ἔφεσον. Ἦτο ἀνὴρ εὔγλωττος καὶ δυνατὸς εἰς τὰς γραφάς. Αὐτὸς εἶχε κατηχηθῆ εἰς τὴν διδασκαλίαν τοῦ Κυρίου καὶ μὲ πνεῦμα θερμὸν ἐμιλοῦσε καὶ ἐδίδασκε μὲ ἀκρίβειαν τὰ σχετικὰ μὲ τὸν Κύριον, ἂν καὶ ἐγνώριζε μόνον τὸ βάπτισμα τοῦ Ἰωάννου. Ἐμιλοῦσε μὲ θάρρος εἰς τὴν συναγωγήν, ὅταν δὲ τὸν ἄκουσαν ὁ Ἀκύλας καὶ ἡ Πρίσκιλα, τὸν ἐπῆραν κοντά τους καὶ τοῦ ἀνέπτυξαν ἀκριβέστερα τὴν διδασκαλίαν τοῦ Θεοῦ.
Ἐπειδὴ δε ἤθελε νὰ μεταβῇ εἰς τὴν Ἀχαΐαν, οἱ ἀδελφοὶ τὸν ἐνεθάρρυναν καὶ ἔγραψαν εἰς τοὺς ἐκεὶ μαθητὰς νὰ τὸν πιστέψει διὰ τῆς χάριτος τοῦ Θεοῦ, διότι μὲ δύναμιν ἀνεσκεύαζε τοὺς Ἰουδαίους δημοσίᾳ καὶ ἐπεδείκνυε διὰ τῶν γραφῶν ὅτι ὁ Μεσσίας εἶναι ὁ Ἰησοῦς.

    

Το Ευαγγέλιο
Κατά Ιωάννην (ιβ΄ 36-47)

   

Εἶπεν ὁ Κύριος·
Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτῶν.
Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν ῾Ησαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ.
Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ρημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον.
   

Απόδοση στη νεοελληνική:

  

Εἶπεν ὁ Κύριος:
Ἐν ὅσῳ ἔχετε τὸ φῶς, πιστεύετε εἰς τὸ φῶς, διὰ νὰ γίνετε παιδιὰ τοῦ φωτός». Ἀφοῦ εἶπε αὐτὰ ὁ Ἰησοῦς ἔφυγε ἀπ’ αὐτοὺς καὶ κρύφθηκε.
Ἂν καὶ εἶχε κάνει τόσα θαύματα μπροστά τους, δὲν ἐπίστευαν εἰς αὐτόν· διὰ νὰ ἐκπληρωθῇ, ὁ λόγος τοῦ προφήτου Ἡσαΐα, τὸν ὁποῖν εἶπε, Κύριε, ποιός ἐπίστεψε εἰς τὸ κήρυγμά μας; καὶ ὁ βραχίων τοῦ Κυρίου εἰς ποιόν ἔχει ἀποκαλυφθῆ; Διὰ τοῦτο δὲν μποροῦσαν νὰ πιστεύουν, διότι πάλιν εἶπε ὁ Ἡσαΐας: Ἐτύφλωσε τὰ μάτια τους καὶ ἐπώρωσε τὴν καρδιά τους διὰ νὰ μὴ ἰδοῦν μὲ τὰ μάτια καὶ καταλάβουν μὲ τὴν καρδιὰ καὶ ἐπιστρέψουν καὶ ἐγὼ τοὺς θεραπεύσω. Αὐτὰ εἶπεν ὁ Ἡσαΐας, ὅταν εἶδε τὴν δόξαν του καὶ μίλησε γι’ αὐτόν.
Ἐν τούτοις καὶ ἀπὸ τοὺς ἄρχοντας πολλοὶ ἐπίστεψαν εἰς αὐτόν, ἀλλ’ ἐξ αἰτίας τῶν Φαρισαίων δὲν ὡμολογοῦσαν, διὰ νὰ μὴ γίνουν ἀποσυναγωγοί. Διότι ἀγάπησαν τὰς τιμὰς τῶν ἀνθρώπων μᾶλλον παρὰ νὰ τιμηθοῦν ἀπὸ τὸν Θεόν.
Ὁ Ἰησοῦς ἐφώναξε καὶ εἶπε: «Ἐκεῖνος ποὺ πιστεύει σ’ ἐμέ, δὲν πιστεύει σ’ ἐμέ, ἀλλὰ σὲ ἐκεῖνον ποὺ μὲ ἔστειλε. Καὶ ἐκεῖνος ποὺ βλέπει ἐμέ, βλέπει ἐκεῖνον ποὺ μὲ ἔστειλε. Ἐγὼ ἦλθα σὰν φῶς εἰς τὸν κόσμον, διὰ νὰ μὴ μείνῃ εἰς τὸ σκοτάδι κανένας ποὺ πιστεύει σ’ ἐμέ. Καὶ ἐὰν κανεὶς ἀκούσῃ τὰ λόγια μου καὶ δὲν πιστέψῃ, ἐγὼ δὲν τὸν καταδικάζω, διότι δὲν ἦλθα διὰ νὰ καταδικάσω τὸν κόσμον, ἀλλὰ διὰ νὰ σώσω τὸν κόσμον.
                            

      


     

Πέμπτη 13 Ιουνίου 2013 – ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ

Ο Ἀπόστολος
Πράξεις Αποστόλων (α΄ 1-12)

     

Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν.

   

Ἀπόδοση στη νεοελληνική:

  

Εἰς τὸ πρῶτον βιβλίον, ὦ Θεόφιλε, ἐμίλησα δι’ ὅλα, ὅσα ὁ Ἰησοῦς ἄρχισε νὰ κάνῃ καὶ νὰ διδάσκῃ, μέχρι τῆς ἡμέρας ποὺ ἀνελήφθη, ἀφοῦ ἔδωκε διὰ τοῦ Ἁγίου Πνεύματος ἐντολὰς εἰς τοὺς ἀποστόλους, ποὺ εἶχε διαλέξει. Εἰς αὐτοὺς παρουσιάσθηκε ζωντανὸς μετὰ τὰ πάθη του μὲ πολλὰς ἀποδείξεις, διότι ἐπὶ σαράντα ἡμέρας παρουσιάζετο εἰς αὐτοὺς καὶ μιλοῦσε διὰ τὴν βασιλείαν τοῦ Θεοῦ.
Καὶ καθ’ ὃν χρόνον τοὺς συνανεστρέφετο, τοὺς παρήγγειλε νὰ μὴ φύγουν ἀπὸ τὰ Ἱεροσόλυμα ἀλλὰ νὰ περιμένουν τὴν ὑπόσχεση τοῦ Πατέρα, τὴν ὁποίαν, εἶπε, «Ἀκούσατε ἀπὸ ἐμέ, ὅτι ὁ μὲν Ἰωάννης ἐβάπτισε μὲ νερό, ἀλλὰ σεῖς θὰ βαπτισθῆτε μὲ Πνεῦμα Ἅγιον, ὕστερα ἀπὸ λίγες ἡμέρες».
Ὅταν λοιπὸν ἦσαν συγκεντρωμένοι τὸν ἐρωτοῦσαν, «Κύριε, μήπως αὐτὸς εἶναι ὁ καιρὸς ποὺ θὰ ἀποκαταστήσῃς τὴν βασιλείαν τοῦ Ἰσραήλ;». Αὐτὸς δὲ τοὺς εἶπε, «Δὲν εἶναι δική σας ὑπόθεσις νὰ ξέρετε τοὺς χρόνους ἢ τοὺς καιρούς, τοὺς ὁποίους ὥρισε ὁ Πατέρας κατὰ τὴν δικήν του ἐξουσίαν, ἀλλὰ θὰ λάβετε δύναμιν, ὅταν ἔλθῃ τὸ Ἅγιον Πνεῦμα ἐπάνω σας, καὶ θὰ εἶσθε μάρτυρές μου εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς ὁλόκληρη τὴν Ἰουδαίαν καὶ Σαμάρειαν καὶ μέχρι τῶν περάτων τῆς γῆς».
Ὅταν εἶπε αὐτά, ἐσηκώθηκε εἰς τὸν ἀέρα, ἐνῷ ἐκεῖνοι τὸν ἐκυττοῦσαν, καὶ ἕνα σύννεφο τὸν ἀπέκρυψε ἀπὸ τὰ μάτια τους. Καὶ καθὼς ἐκυττοῦσαν μὲ προσοχὴν πρὸς τὸν οὐρανόν, ἐνῶ αὐτὸς ἀνυψώνετο, αἴφνης δύο ἄνδρες μὲ ἐνδύματα λευκὰ ἐστάθηκαν κοντά τους καὶ τοὺς εἶπαν, «Ἄνδρες Γαλιλαῖοι, γιατὶ στέκεσθε καὶ κυττάζετε εἰς τὸν οὐρανόν; Αὐτὸς ὁ Ἰησοῦς ποὺ ἀνελήφθη ἀπὸ σᾶς εἰς τὸν οὐρανόν, θὰ ἔλθῃ κατὰ τὸν ἴδιο τρόπο ὅπως τὸν εἴδατε νὰ ἀνεβαίνῃ εἰς τὸν οὐρανόν».
Τότε ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ ἀπὸ τὸ ὄρος, ποὺ καλεῖται ὄρος τῶν Ἐλαιῶν καὶ εἶναι κοντὰ εἰς τὴν Ἱερουσαλήμ, εἰς ἀπόστασιν πορείας ποὺ ἐπιτρέπεται τὴν ἡμέραν τοῦ Σαββάτου.

    

Το Ευαγγέλιο
Κατά Λουκάν (κδ΄ 36-53)

   

Ἐν ταῖς ημέραις εκείναις, ἔστη ὁ Ἰησοῦς ἐν μέσῳ τῶν μαθητῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
Εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων.
Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν
.
   

Απόδοση στη νεοελληνική:

  

Τον καιρό εκείνο,
Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:
Τις ημέρες εκείνες, ἐστάθηκε ὁ Ἰησοῦς εἰς τὸ μέσον καὶ τοὺς λέγει, «Εἰρήνη ὑμῖν». Καταληφθέντες δὲ ἀπὸ τρόμον καὶ φόβον, ἐνόμισαν ὅτι βλέπουν φάντασμα. Ἀλλ’ αὐτὸς τοὺς εἶπε, «Γιατὶ εἶσθε ταραγμένοι καὶ γιατὶ ἀνεβαίνουν σκέψεις στὶς καρδιές σας; Ἰδέτε τὰ χέρια μου καὶ τὰ πόδια μου· εἶμαι ἐγὼ ὁ ἴδιος· ψηλαφίστε με καὶ ἰδέτε· ἕνα φάντασμα δὲν ἔχει σάρκα καὶ ὀστᾶ, ὅπως βλέπετε νὰ ἔχω ἐγώ».
Καὶ ὅταν εἶπε αὐτό, τοὺς ἔδειξε τὰ χέρια του καὶ τὰ πόδια του.
Ἐπειδὴ ἀπὸ τὴν χαράν τους ἀκόμη δὲν ἐπίστευαν καὶ ἦσαν κατάπληκτοι τοὺς εἶπε, «Ἔχετε τίποτε φαγώσιμον ἐδῶ;». Τοῦ ἔδωκαν ἕνα κομμάτι ἀπὸ ψητὸ ψάρι καὶ κηρήθραν ἀπὸ μέλι, αὐτὸς τὰ ἐπῆρε καὶ ἔφαγε μπροστά τους.
Καὶ ὕστερα τοὺς εἶπε, «Αὐτοὶ εἶναι οἱ λόγοι ποὺ σᾶς εἶπα, ἐνῷ ἤμουν ἀκόμη μαζί σας, ὅτι δηλαδὴ πρέπει νὰ ἐκπληρωθοῦν ὅλα, ὅσα εἶναι γραμμένα εἰς τὸν νόμον τοῦ Μωϋσέως, εἰς τοὺς Προφήτας καὶ εἰς τοὺς Ψαλμοὺς γιὰ μένα».
Τότε τοὺς ἄνοιξε τὸν νοῦν νὰ καταλάβουν τὰς γραφάς, καὶ τοὺς εἶπε, «Ἔτσι εἶναι γραμμένον καὶ ἔτσι ἔπρεπε ὁ Χριστὸς νὰ πάθῃ καὶ νὰ ἀναστηθῇ ἐκ νεκρῶν τὴν τρίτην ἡμέραν, καὶ νὰ κηρυχθῇ εἰς τὸ ὄνομά του μετάνοια καὶ ἄφεσις ἁμαρτιῶν εἰς ὅλα τὰ ἔθνη ἀρχίζοντες ἀπὸ τὴν Ἱερουσαλήμ. Σεῖς εἶσθε μάρτυρες αὐτῶν τῶν πραγμάτων. Καὶ ἰδού, ἐγὼ στέλλω σ’ ἐσᾶς ὅ,τι ὑποσχέθηκε ὁ Πατέρας μου· σεῖς δὲ καθῆστε εἰς τὴν πόλιν Ἱερουσαλὴμ ἕως ὅτου ἐνδυθῆτε δύναμιν ἐξ ὕψους».
Τοὺς ὡδήγησε δὲ ἔξω ἕως τὴν Βηθανίαν καὶ ἀφοῦ ἐσήκωσε τὰ χέρια του τοὺς εὐλόγησε. Καὶ ἐνῷ τοὺς εὐλογοῦσε, ἀποχωρίσθηκε ἀπὸ αὐτοὺς καὶ ἐφέρετο ἐπάνω εἰς τὸν οὐρανόν. Αὐτοὶ τὸν προσκύνησαν καὶ ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ μὲ μεγάλην χαράν, καὶ ἦσαν πάντοτε εἰς τὸν ναόν, δοξολογοῦντες καὶ εὐχαριστοῦντες τὸν Θεόν. Ἀμήν.
                            

      


   

              

              

ΤΟ ΑΡΘΡΟ ΤΗΣ ΕΒΔΟΜΑΔΑΣ

     

«Η θεραπεία τοῦ ἐκ γενετῆς τυφλοῦ»

      

Τὸ εὐαγγέλιο τῆς Κυριακῆς του Τυφλοῦ, ἀποτελεῖ μία ἀδιάψευστη ἀπόδειξη ὅτι ὁ Χριστὸς δὲν ἦταν μόνο τέλειος ἄνθρωπος ἀλλὰ καὶ τέλειος Θεός.
Ὅπως διαβάζουμε στὸ Κατὰ Ἰωάννη Εὐαγγέλιον (κεφ. θ, 1 – 38), ὁ Χριστός, περνώντας μέσα ἀπὸ τὴν Ἱερουσαλήμ, συναντάει ἕναν ἐκ γενετῆς τυφλό. Ὁ Κύριος, ἔκανε πηλό, ἀφοῦ ἔφτυσε στὸ χῶμα, τοῦ ἄλειψε τὰ μάτια καὶ τὸν ἔστειλε στὴν κολυμβήθρα τοῦ Σιλωάμ. Ὁ τρόπος αὐτὸς θεραπείας, μᾶς ὑπενθυμίζει τὸν τρόπο ποὺ ὁ Θεὸς δημιούργησε τὸν ἄνθρωπο, πλάθοντάς τον. Ὁ Θεὸς στὴν Παλαιὰ Διαθήκη, πλάθει τὸν ἄνθρωπο ἀπὸ χῶμα, τώρα ὁ Χριστός, πλάθει τὰ μάτια τοῦ ἐκ γενετῆς τυφλοῦ πάλι ἀπὸ χῶμα. Ὁ ἴδιος Θεός! Δοκιμάζει τὴν πίστη τοῦ τυφλοῦ καὶ τὸν στέλνει στὴν κολυμβήθρα τοῦ Σιλωάμ. Σέβεται τὴν ἐλευθερία τοῦ ἀνθρώπου, καὶ ζητάει τὴ δική του ἑκούσια καὶ ἐλεύθερη συμμετοχή του στὸ θαῦμα. Ὁ τυφλὸς ὅμως μὲ πίστη, ὑπακούει στὴν ἐντολὴ τοῦ Θεοῦ, πηγαίνει καὶ πλένεται καὶ ἐπιστρέφει βλέποντας.
Ὅμως, ἡ ζωὴ τοῦ θεραπευμένου τυφλοῦ, δὲ ἔγινε εὐκολότερη. Γίνεται στόχος τῆς κακίας καὶ τοῦ μίσους τῶν Φαρισαίων, τῶν ἀνθρώπων ἐκείνων ποὺ μὲ ζῆλο πίστευαν στὸ Θεὸ καὶ στὴν τήρηση τοῦ Νόμου Του. Ἀνακρίνουν τὸν τυφλὸ καὶ ἀντὶ νὰ πιστέψουν καὶ ἐκεῖνοι βλέποντας ζωντανὸ τὸ θαῦμα μπροστά τους, κλείνουν τὰ μάτια τῆς ψυχῆς τους. Ὁ θρησκευτικὸς φανατισμός τους, ὄχι μόνο τοὺς κλείνει τὰ μάτια τῆς ψυχῆς καὶ ἐξαφανίζει ἀπὸ τὴν ψυχή τους τὴ διάκριση ἀλλὰ τοὺς ἀπομακρύνει τελικὰ καὶ ἀπὸ τὸ Θεό.
Οἱ γονεῖς τοῦ τυφλοῦ, φοβοῦνται νὰ ὁμολογήσουν τὸ θαῦμα ποὺ ἔγινε στὸ παιδί τους ποὺ γεννήθηκε τυφλό, γιὰ νὰ μὴν γίνουν ἀποσυνάγωγοι. Τόση ἦταν ἡ πίστη τους καὶ ἡ χαρά τους ποὺ ἀπέκρυψαν ἀποφεύγοντας μὲ μαεστρία νὰ ὁμολογήσουν ἕνα ἀληθινὸ γεγονός. «Ἔχει ἡλικία αὐτὸν νὰ ρωτήσετε»! Ἴσως ὁ Χριστὸς νὰ τοὺς χάλασε τὰ σχέδια, ἀφοῦ ὁ ἐκ γενετῆς τυφλὸς γιός τους ζητιάνευε. Ἴσως τοὺς χάλασε τὴν ἡσυχία τους ἀφοῦ ἔπρεπε νὰ παρουσιαστοῦν στὴ συναγωγὴ καὶ νὰ ἀνακριθοῦν μὲ τὸν κίνδυνο νὰ γίνουν ἀποσυνάγωγοι. Καὶ ἐμεῖς οἱ χριστιανοὶ ποὺ εὐεργετούμαστε καθημερινὰ ἀπὸ τὸ Θεό, ντρεπόμαστε ἢ φοβόμαστε νὰ ὁμολογήσουμε τὸ Θεὸ ἀπὸ τὴν ὀλιγοπιστία μας. Βάζουμε τὰ συμφέροντά μας πάνω ἀπὸ τὸ Θεό, πιστεύοντας ἐνδόμυχα πὼς Ἐκεῖνος θὰ μᾶς καταλάβει! Ἐκεῖνος θὰ μᾶς καταλάβει ἀλλὰ θὰ δεῖ καὶ τὴν πίστη μας καὶ τὶς προτεραιότητες ποὺ ἔχουμε βάλλει στὴ ζωή μας. Θὰ δεῖ ποιοὺς θεοὺς ἔχουμε βάλλει στὴ θέση Του καὶ μὲ τὸ δικό του τρόπο δὲ θὰ πάψει νὰ μᾶς ὑπενθυμίζει πὼς Ἐκεῖνος εἶναι τὸ φῶς τοῦ κόσμου.
Ὁ τυφλός, τελικὰ δὲ θεράπευσε μόνο τὰ μάτια τοῦ σώματός του ἀλλὰ καὶ τῆς ψυχῆς του. Ἀναγνωρίζει καὶ προσκυνεῖ τὴ θεότητα τοῦ Ἰησοῦ καὶ δὲ διστάζει νὰ τὸ ὁμολογήσει στοὺς θρησκευτικοὺς ἄρχοντες μὲ θάρρος ποὺ θὰ τὸ ζήλευαν πολλοὶ ἀπὸ μᾶς. Δὲν ἀρκεῖ μόνο ἡ πίστη, χρειάζεται καὶ ἡ ὁμολογία πίστεως γιὰ νὰ γίνουμε γνήσια παιδιὰ τοῦ Ἰησοῦ. Ὅταν ὁμολογήσουμε τὸ Χριστὸ μπροστὰ στοὺς ἀνθρώπους, θὰ μᾶς ὁμολογήσει καὶ Ἐκεῖνος μπροστὰ στὸν Πατέρα Του, μᾶς ἔχει ὑποσχεθεῖ ὁ Κύριος.

Πηγή: http://www.synaxarion.gr/gr/index.aspx

Ἀπολυτίκιον. Ἦχος πλ. α’.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρία ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
 
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.
 
Μεγαλυνάριον.
Ἤνοιξας Σωτήρ μου τοὺς ὀφθαλμούς, τοῦ τυφλοῦ ἐκ μήτρας, ὡς φιλάνθρωπος πλαστουργός, τοῦ πηλοῦ τῇ χρήσει, καὶ Σιλωὰμ τῇ νίψει· διό σε ὡμολόγει, Θεὸν καὶ Κύριον.

   

Διαβάστε επίσης:

Η θεραπεία του εκ γενετής τυφλού, του Μητροπολίτου Νικοπόλεως Μελετίου (†), διασκευασμένη ὁμιλία πού ἔγινε στήν Βίγλα στίς 16/5/2004
Κυριακή του Τυφλού : Προκατάληψη, ουδετερότητα ἢ γενναιότητα;
καθώς και άλλα πολλά ενδιαφέροντα και ψυχωφελή, στο ειδικό ΑΦΙΕΡΩΜΑ μας στο Πάσχα.

  


     

      

     
Κυριακή 9 Ιουνίου

    

Κυριακή του Τυφλού
Ἀνακομιδή λειψάνων Ἁγίου Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας
Οἱ Ἁγίες Μάρθα, Μαρία, Μαριάμνη, Θέκλα καὶ Ἐνναθὰ οἱ Ὁσιομάρτυρες
Ὁ Ὅσιος Κολούμπα ὁ Ἱεραπόστολος ἐξ Ἰρλανδίας
                                   


       

Δευτέρα 10 Ιουνίου

          

Οἱ Ἅγιοι Ἀλέξανδρος καὶ Ἀντωνίνα οἱ Μάρτυρες
Ὁ Ἅγιος Τιμόθεος ὁ Ἱερομάρτυρας Ἐπίσκοπος Προύσης
Ὁ Ἅγιος Νεανίσκος ὁ Μάρτυρας ὁ Σοφώτατος
                      


   

Τρίτη 11 Ιουνίου

        

Οἱ Ἅγιοι Βαρθολομαῖος καὶ Βαρνάβας οἱ Ἀπόστολοι
Σύναξις Ὑπεραγίας Θεοτόκου τοῦ «Ἄξιον Ἐστιν» ἐν Ἁγίῳ Ὄρει
Μνήμη του Αγίου Λουκά του ιατρού, επισκόπου Συμφερουπόλεως Κριμαίας
Ὁ Ὅσιος Βαρνάβας ὁ ἐν Βάσῃ Κοιλανίου τῆς Κύπρου
Ὁ Ἅγιος Μητροφάνης ὁ Ἱερομάρτυρας καὶ οἱ σὺν αὐτῷ μαρτυρήσαντες

                           


   

Τετάρτη 12 Ιουνίου

         

Ἡ Ἀπόδοσις τοῦ Πάσχα
Ὁ Ὅσιος Ὀνούφριος ὁ ἐν Ἱερουσαλήμ
Ὁ Ὅσιος Πέτρος ὁ ἐν τῷ Ἁγίῳ Ὄρει ἀσκήσας
Ὁ Ἅγιος Ἰωάννης ὁ Μεγαλομάρτυρας ὁ Νέος ἐκ Τραπεζοῦντος καὶ ἐν Ἀσπροκάστρῳ
Ὁ Ὅσιος Ἀρσένιος ὁ Θαυματουργός τῆς Κονεβίας

                                               


 

Πέμπτη 13 Ιουνίου

         

Ἡ Ἀνάληψις τοῦ Κυρίου
Ὁ Ἅγιος Τριφύλλιος Ἐπίσκοπος Λήδρας
Ἡ Ἁγία Ἀκυλίνα ἡ Μάρτυς
Ὁ Ἅγιος Ἀντίπατρος Ἐπίσκοπος Βόστρων
Ὁ Ὅσιος Ἰάκωβος ὁ ἐξ ἀπάτης τὸν ἀντίχριστον προσκυνήσας

                       


   

Παρασκευή 14 Ιουνίου

          

Ὁ Προφήτης Ἐλισσαῖος
Ὁ Ἅγιος Μεθόδιος ὁ Ὁμολογητής Πατριάρχης Κωνσταντινουπόλεως
Ὁ Ἅγιος Κύριλλος ὁ Ἱερομάρτυρας Ἐπίσκοπος Γορτύνης
Ὁ Ὅσιος Νήφων ὁ Καυσοκαλυβίτης
                                            


               

Σάββατο 15 Ιουνίου

            

Ὁ Προφήτης Ἀμώς
Ὁ Ὅσιος Ἱερώνυμος
Ὁ Ἅγιος Αὐγουστίνος Ἐπίσκοπος Ἱππῶνος
Ὁ Ὅσιος Σάββας ὁ διὰ Χριστὸν Σαλός ὁ Βατοπαιδινός

             


  

Επιμέλεια- Διανομή: Καθεδρικός Ι.Ν. Παναγίας Φανερωμένης Χολαργού
Design : ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ
Εάν δεν επιθυμείτε να λαμβάνετε το Ενημερωτικό, παρακαλούμε πατήστε εδώ
Εάν λαμβάνετε το Ενημερωτικό περισσότερες από μία φορά, παρακαλούμε πατήστε εδώ